τοῦ θεοῦ λόγος, ὁ καὶ ἡλίου καὶ οὐρανοῦ καὶ τοῦ σύμπαντος κόσμου δημιουργικὸς, δραστικῇ δυνάμει τοῖς πᾶσιν ἐπιπαρὼν καὶ διὰ πάντων ἥκων, ἡλίῳ μὲν καὶ σελήνῃ καὶ ἄστροις ἐξ οἰκείας τῆς ἀενάου δνάμεως φῶς ἐπομβρεῖ, οὐρανὸν δὲ οἰκείου μεγέθους
προσφυεστάτην εἰκόνα τὴν ἀρχὴν ὑποστησάμενος εἰς αἰῶνα διακρατεῖ, τὰς δὲ ἐπέκεινα οὐρανοῦ καὶ κόσμου δυνάμεις ἀγγέλων καὶ πνευμάτων, νοερῶν τε καὶ 153 λογικῶν οὐσιῶν, ζωῆς ὁμοῦ καὶ φωτὸς καὶ σοφίας καὶ πάσης ἀρετῆς καὶ καλοῦ κἀγαθοῦ παντὸς ἐκ τῶν παρ’
αὐτοῦ θησαυρῶν ἐμπίμπλησι, μιᾷ καὶ τῇ αὐτῇ δημιουργῷ τέχνῃ· καὶ στοιχείοις οὐσίας οὔ ποτε διαλιμπάνει παρέχων, καὶ μίξεις καὶ κράσεις, καὶ εἴδη καὶ μορφὰς καὶ σχήματα, ποιότητάς τε μυρίας, ἔν τε ζῴοις καὶ φυτοῖς καὶ ψυχαῖς καὶ σώμασι λογι-
1 κοῖς τε καὶ ἀλόγοις, ἄλλοτε ἄλλως καταποικίλλων, καὶ πᾶσιν ὁμοῦ πάντα μιᾷ δυνάμει ἐπιχορηγῶν, καὶ νοῦν ἐπὶ πᾶσιν ἀνθρώποις ἐπιγνώμονα καὶ θεωρητικὸν τῆς αὐτοῦ σοφίας δωρούμενος, ἄντικρύς τε
παριστὰς τοῖς πᾶσι καὶ διαρρήδην ἴνα κόσμον ἐπι- b δείκνυσιν ἑνὸς λόγου κοσμοποιοῦ ἔργον.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.