ἔθνος τῇ τῶν ἀθέων συναπαχθῆναι φθορᾷ, αὐτὸς ἤδη λοιπὸν ὁ σωτὴρ καὶ ἰατρὸς τῶν ὅλων κάτεισιν εἰς ἀνθρώπους, καὶ τοῖς οἰκείοις ἀγγέλοις ἐπαμύνων ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας, τοῦτ’ αὐτῷ τοῦ πατρὸς δωρήσεσθαι προϋποσχομένου, ὥσπερ οὖν αὐτὸς ἐν
Ψαλμοῖς διδάσκει λέγων‘‘ κύριος εἶπε πρός με, υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. 163
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.