1 σκευασάμην. ἀλλὰ γὰρ τοσούτων κακῶν ὑπὸ τῶν φαύλων καὶ τῶν μοχθηρῶν πνευμάτων τοῦ τ’ ἐν τούτοις τυράννου καθ’ ὅλης τῆς οἰκουμένης προβεβλητένων, d καὶ μηδενὸς τῶν ἐφεστώτων ἀγγέλων οἵου τε
ὄντος τοῖς κακοῖς ἐπαμύνειν, εἰκότως ἐκεῖνος ὁ θεὸς λόγος, ὁ τῶν ὅλων σωτὴρ, ἀγαθῷ νεύματι τῆς τοῦ πατρὸς φιλανθρωπίας, ὡς ἂν μὴ τὸ φίλον αὐτῷ γένος ἐν ἀσεβείας βυθῷ καλινδοῖτο, τέως μὲν βραχείας τινὰς καὶ ἀμυδρὰς τοῦ ἰδίου φωτὸς ἀκτῖνας διὰ προφήτου
Μώσεως τῶν τε πρὸ αὐτοῦ καὶ τῶν μετ’ αὐτὸν θεοφιλῶν ἀνδρῶν ἐξέλαμπεν, τῶν ἐν ἀνθρώποις κακῶν τὴν ἴασιν ἐν ταῖς ἱεραῖς νομοθεσίαις προβαλλόμενος.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.