οὐρανὸν στρατιῶν ἡγούμενος ἀρχιστράτηγος δυνάμεως κυρίου εἶναι. ἤδη δὲ κατιὼν ἐπὶ τὰ τῇδε ἡμῶν τε αὐτῶν τῆς λογικῆς φύσεως τῆς τε ἰδίας αὐτοῦ χάριν εἰκόνος καὶ φιλανθρωπίᾳ τοῦ πατρὸς ἀντιλαμβανόμενος, καθὸ μὲν ἔοικε νηπίων ἄρχειν καὶ οἱονεὶ
βοσκημάτων, ποιμὴν ὠνόμασται προβάτων, καθὸ δὲ ψυχῶν ἐμπαθῶν τὴν θεραπείαν ἐπαγγέλλεται, σωτὴρ καὶ ἰατρὸς εἰκότως ἂν λέγοιτο.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.