βίον, ἐκ δὲ ἀσεβείας ἐπὶ εὐσέβειαν καὶ ἐξ ἀδικίας 164 ἐπὶ δικαιοσύνην, ναὶ μὴν καὶ ἐκ τῆς τῶν πικρῶν δαιμόνων δυναστείας ἐπὶ τὴν ἒνθεον κατάληψιν τῆς ἀληθοῦς εὐσεβείας, καὶ πρὸς ἐπὶ τοὐτοις πύλας οὐρανίου ζωῆς καὶ τῆς κατ’ εὐσέβειαν διδασκαλίας τοῖς
καθ’ ὃλης τῆς οἰκουμένης ἒθνεσι προϊσχόμενος, καὶ εἰς τοσοῦτόν γε κάτεισιν ὡς μὴ μύνον κάμνουσι καῖ χαλεπῶς νοσηλευομένοις τὰς ψυχὰς τὴν σωτήριον ὀρέξαι δεξιάν, ἢδη δὲ καὶ ἐξ αὐτῶν τῶν πυλῶν τοῦ b θανάτου τοὺς ἡμιθνῆτας, ἢ καὶ πάμπαν ἀπολωλότας
ἐκ μακροῦυ τε κατορωρυγμένους τῶν τοῦ θανάτου λῦσαι δεσμῶν·
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.