ἀσωμάτους τινὰς νοερὰς καὶ θείας δυνάμεις, ἀγγέλους τε καὶ ἀρχαγγέλους, ἄϋλά τε καὶ πάντη καθαρὰ πνεύματα, προσέτι δὲ ψυχὰς ἀνθρώπων ἄφετον καὶ ἐλεύθερον τῆς αὐθεκουσίου περὶ τὸ καλὸν ἢ τοὐναντίον αἱρέσεως τὴν φύσιν ἐπαγομένας, ὅσα τε τούτοις
ὄργανα σωμάτων ἔμελλεν ἔσεσθαι ποικίλων ἀγωγῆ κατάλληλα βίων, χώρας τε τούτοις ἅπασι καὶ τόπους 145 διανέμειν οἰκείους· μείνασι μὲν γὰρ ἀγαθοῖς τοὺς κρείττονας, ἔμπαλιν δὲ τοὺς προσήκοντας, τῆς ἐπὶ τἀναντία ῥοπῆς τὰ σωφρονιστήρια·) προλαβὼν τὸ
μέλλον, οἷα θεὸς, τῇ προγνώσει, συνιδών τε τούτων ἁπάντων πρὶν γενέσθαι ὡς ἐν μεγάλῳ σώματι κεφαλῆς δεησομένων, ἴνα τὸν τῆς δημιουργίας ἁπάσης οἰκονόμον ἡγεμόνα τε καὶ βασιλέα τῶν ὅλων προτάξασθαι ᾤετο δεῖν, ᾗ καὶ τὰ θεῖα μυσταγωγεῖ λόγια
πρὸς τῶν ἄνωθεν παρ’ Ἑβραίοις θεολόγων τε καὶ προφητῶν ἀνδρῶν τεθεσπισμένα·
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.