καὶ ἀïδίου, μόνου τε ἀγεννήτου καὶ ἐπὶ πάντων αἰτίου τῶν ὅλων, πανηγεμόνος τε καὶ παμβασιλέως θεοῦ κοινὸς ἅπασιν ἀνθρώποις ἐστὶ λόγος· ἴδιος δὲ καὶ κοινὸς αὖθις Ἑβραίων καὶ ἡμῶν ὁ περὶ Χριστοῦ· c ὃν πὴ μὲν ὁμοίως ἡμῖν ταῖς παρ’ αὐτοῖς ἑπόμενοι
γραφαῖς ἔτι νῦν ὁμολογοῦσι, πῆ δὲ μακρὰν ἀποπίπτουσι, μήτε τὴν θεότητα συνορῶντες αὐτοῦ, μήτε τὰ αἴτια τῆς παρουσίας εἰδότες, μήτε μὴν τοὺς χρόνους καθ’ οὓς ἥξειν ἀνείρηται εἰς ἀνθρώπους περιδρασσόμενοι.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.