πυρὶ μηδὲ τοῖς ἀπὸ γῆς ἀναθυμιωμένοις τὸ θεῖον τιμᾶν διετάξατο, ταπεινὰ μὲν καὶ γεώδη ταῦτα καὶ τῆς ἀθανάτου φύσεως οὐδαμῶς οἰκεῖα λογισάμενος, κρίνας δὲ πάσης θυσίας προσηνεστάτην καὶ ἡδεῖαν εἶναι τῷ θεῷ τὴν τῶν οἰκείων ἐντολῶν κατόρθωσιν,
δι’ ὧν αὐτῷ σώματι καὶ ψυχῇ κεκαθαρμένους, νῷ τε διαυγεῖ καὶ δόγμασιν εὐσεβέσιν κεκοσμημένους, τὴν d πρὸς τὸν θεὸν ἐξομοίωσιν ἀπομιμεῖσθαι ἐδίδασκεν, διαρρήδην φάσκων “ἔσεσθε τέλειοι, ὡς ὁ πατὴρ ὑμῶν τέλειός ἐστιν.’
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.