κατὰ τὴν εὐαγγελικὴν εἰσόμεθα διδασκαλίαν. πλὴν ἀλλὰ πέφανται τὸ εὐαγγέλιον καὶ τοὔνομα δὲ τοῦ εὐαγγελίου διὰ τῶν προφητικῶν φωνῶν μεμαρτυρημένον, ἔχεις τε λευκὰς καὶ ἐναργεῖς ἀποδείξεις ἐκ τίνος μὲν ἄρξεται τὸ εὐαγγέλιον, ὅτι δὴ ἐξ αὐτοῦ τοῦ
d Χριστοῦ, δι’ ὧν τε κηρυχθήσεται, ὅτι διὰ τῶν ἀποστόλων αὐτοῦ· ἀλλὰ καὶ ποίᾳ δυνάμει κρατήσει, ὅτι μὴ ἀνθρωπείᾳ· ὃ δὴ καὶ αὐτὸ συνέστη διὰ τοῦ “ κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.