κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ·” τοιαύταις ὁ λόγος χρησάμενος κατηγορίαις τοῦ Ἰουδαίων 45 ἔθνους, ἀπειλήσας τε αὐτοῖς τὰ ἔσχατα, ἐπισυνάπτει τούτοις πᾶσι τὰς προεκτεθείσας ἡμῖν λέξεις, διδάσκων ὅτι τοῦ παντὸς Ἰουδαίων ἔθνους μέλλοντος
ἀποπεσεῖσθαι τῆς κατὰ τὸν θεὸν εὐσεβείας, περιλειφθήσονταί τινες ἐν αὐτοῖς οὐ συναπολαύσαντες τοῖς πᾶσι τῶν κακῶν· ἔμπαλιν δὲ ὡς ἂν ἐκ μοχθήρῶν καὶ παρανόμων διασεσωσμένοι, καὶ τὸ δοκίμιον καὶ τὸ εἰλικρινὲς τῆς εὐσεβείας ἐπιδεδειγμένοι, τῆς
παρὰ τῷ θεῷ γραφῆς καταξιωθήσονται καὶ ἅγιοι κλη- d θήσονται τοῦ θεοῦ δοῦλοι.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.