τὴν κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἰερουσαλὴμ ἰδὼν ὅρασιν ὁ προφήτης, καὶ διὰ πλείστων ἀπαριθμησάμενος τοῦ παντὸς Ἰουδαίων ἔθνους τὰ ἀσεβήματα, 1 ἀπειλήσας τε καὶ εἰπὼν τὰ περὶ τῆς καταστροφῆς αὐτῶν καὶ τῆς παντελοῦς ἐρημίας Ἰερουσαλὴμ, τέλος τῆς κατ’ αὐτῶν θεωρίας ἐπάγει λέγων “ ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων. καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς
καλάμη στυππίου, καὶ αἷ ἐργασίαι αὐτῶν ὡς σπινθῦῆρες c θῆρες πυρὸς, καὶ κατακαυθήσονται οἶ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβἐσων.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.