ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ συν- b τείνει ἡ προφητεία, ἑξῆς ὁ λόγος μετὰ τὸ φάναι “εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν,” τὸν πάντα τῶν Ἰουδαίων λαὸν λαὸν Γομόρρας
ὀνομάσας, τοὺς δὲ ἡγουμένους αὐτῶν ἄρχοντας Σοδόμων, ἐπιφέρει παραίτησιν τῆς κατὰ Μωσέα θρησκείας καὶ τῆς διὰ τοῦ σωτῆρος ἡμῶν πᾶσιν ἀνθρώποις κατηγγελμένης διαθήκης τὸν τρόπον, λέγω δὲ τὸν διὰ λουτροῦ παλιγγενεσίας, λόγον τε ἄντικρυς νέον καὶ
43 νόμον εἰσῆκται ἐν τῇ περὶ τῶν τοιούτων προρρήσει.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.