τοῦ καλουμένου Σιῶν ἐπιτελουμένη θρησκεία), ἀπὸ τῆς Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν παρουσίας ἐγκαταλέλειπται ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον b κίον ἐν σικυηράτῳ, καὶ εἴ τι τούτων ἐρημότερον· τήν τε χώραν αὐτῶν ἀλλότριοι ἐνώπιον αὐτῶν κατεσθί-
1 οὖσι, τοτὲ μὲν δασμοὺς καὶ φόρους αὐτοὺς εἰσπραττόμενοι, τοτὲ δὲ ἴδιον ἑαυτῶν κτῆμα τὴν πάλαι τῶν Ἰουδαίων γῆν πεποιημένοι· ἀλλὰ καὶ τὸ ἱερὸν τὸ εὐπρεπὲς τῆς μητροπόλεως αὐτῶν ἠρείπωται κατεστραμμένον
ὑπὸ λαῶν ἀλλοτρίων, αἴ τε πόλεις αὐτῶν πυρίκαυστοι γεγόνασι, καὶ γέγονεν Ἰερουσαλὴμ ἀληθῶς πόλις πολιορκουμένη.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.