EUSEBII κατασιγάζειν τοὺς ἐκ περιτομῆς φάσκοντας μόνοις αὐτοῖς τὰς ἐπαγγελίας τοῦ θεοῦ δεδωρῆσθαι, ἡμᾶς δὲ τοὺς ἀπὸ τῶν ἐθνῶν περιττοὺς εἷναι καὶ τῶν θείων ὑποσχέσεων ἀλλοτρίους· δέδεικται γὰρ ἔμπα- λιν ὡς τεθέσπιστο τὰ μὲν ἔθνη πάντα τῆς Χριστοῦ
41 παρουσίας ἀπολαύσειν, τὰ δ’ Ἰουδαίων πλήθη ἀποπεσεῖσθαι τῆς πρὸς τοὺς αὐτόν προγόνους ἐπαγγελίας διὰ τὴν εἰς Χριστὸν αὐτῶν ἀπιστίαν, σπανίων c ἐξ αὐτῶν εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν πιστευσάντων, καὶ διὰ τοῦτο τῆς ἐπηγγελμένης πνευματικῆς
ἀπολυτρώσεως δι’ αὐτοῦ τευξομένων·
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.