ἐστι καὶ οὐδ’ ἄλλος ὁ Χριστὸς ὁ ἐκ ῥίζης Ἰεσσαὶ βλαστήσειν προφητευόμενος, καὶ τοῦτό γε καὶ αὐτοῖς Ἑβραίοις ἀνωμολόγηται, ὡς μηδένα μηδαμῶς περὶ τούτου γε ἀμφισβητεῖν, ὅρα ὅπως καὶ οὗτος ἀναστήσεσθαι ἐπὶ τὸ ἄρχειν οὐ τοῦ Ἰσραὴλ, ἀλλὰ τῶν ἐθνῶν
ἀναπεφώνηται, τά τε ἔθνη ἐλπίσειν ἐπ’ αὐτῷ, ἀλλ’ οὐχ ὅ γε Ἰσραὴλ λέλεκται, ἐπειδήπερ αὐτὸς ἦν ἡ προσδοκία τῶν ἐθνῶν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.