γε αὐτῷ οὐκ ἐπὶ τῆς κάτω Ἱερουσαλὴμ τῆς κατὰ Παλαιστίνην, ἀλλ’ ἕκαστον ἐκ τοῦ τόπου αὐτοῦ, καὶ b πάντας τοὺς ἐν ταῖς νήσοις τῶν ἐθνῶν· ὅτε καὶ πληρωθήσεται τὸ φάσκον λόγιον ἐπικαλεῖσθαι πάντας ἀνθρώπους οὐκ ἔτι τοὺς πατρῴους θεοὺς, οὐδὲ
τὰ εἴδωλα καὶ τοὺς δαίμονας, ἀλλὰ τὸ ὄνομα κυρίου, καὶ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἔνα, ἐκ περάτων τε ποταμῶν Αἰθιοπίας προσοίσουσιν αὐτῷ τὰς λογικὰς καὶ ἀναίμους θυσίας διὰ τῆς τοῦ Χριστοῦ καινῆς διαθήκης, οὐκ ἐπὶ τῆς κάτω Ἱερουσαλὴμ, οὐδ’ ἐν τῷ
πρὸς ταύτῃ θυσιαστηρίῳ, ἀλλ’ ἐν τοῖς δηλουμένοις c πέρασι τῆς Αἰθιοπίας ἀνενεχθησομένας.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.