σωτῆρα καὶ κύριον ἡμῶν ἐξ αὐτῶν πεπιστευκόσιν, ἢ τοῖς πρὸ τῆς παρουσίας αὐτοῦ δεδικαιωμένοις, αὐτάρκως ἡγοῦμαι δεδηλωκέναι ὅτι μὴ ἀδιακρίτως εἰς ἅπαντας Ἰουδαίους τὰ τῶν θείων ἐπαγγελιῶν ἐπληροῦτο, καὶ ὅτι μὴ μᾶλλον αὐτοῖς ἢ τοῖς ἐξ ἐθνῶν τὸν
Χριστὸν τοῦ θεοῦ παραδεξαμένοις τὰ τόν προφητῶν ἐφαρμόττει λόγια. τίς δὲ ἦν ἡ τῶν θείων ἐπαγγελιῶν διάνοια κατὰ καιρὸν τὸν προσήκοντα παραστήσω.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.