δρυμῷ· οὕτως ὀνομάζων τὴν κλῆσιν τῶν ἐθνῶν, ἐν ᾑ οἱ ἐκλεκτοὶ τοῦ κυρίου καὶ τὸ Ἰακὼβ σπέρμα, εἷεν δ’ ἂν οἱ ἀπόστολοι καὶ μαθηταὶ τοῦ σωτῆρος ἡμῶν, οἶ δὲ λοιποὶ πάντες παρὰ τούτους ταῖς δηλουμέωαις ἀπειλαῖς ὑποβέβληνται, μονονουχὶ τοῦ λόγου
γυμνότατα παριστῶντος μὴ ὡς ἔτυχεν ἐπὶ πὰν τὸ Ἰουδαίων ἔθνος φθάσειν τὰς τοῦ θεοῦ ἐπαγγελίας, ἀλλ’ ἐπὶ μόνον τὸ ὠνομασμένον σπέρμα, καὶ τοὺς ἐπικαλουμένους ἐκλεκτοὺς τοῦ θεοῦ, ἐπεὶ πολλοὶ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.