τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ σωτῆρος ἡμῶν ἐκλογὴν παριστάς. οὗτοι γὰρ ἀπὸ τῶν ἐκ περιτομῆς καταλειφθέντες κάτω μὲν εἰς γῆν τὰς ῥίζας τῆς διδασκαλίας δασκαλίας αὐτῶν κατέβαλλον, ὡς ἐμπαγῆναι καὶ ῥι-
ζῶσαι καθ᾿ ὅλης τῆς οἰκουμένης τὴν διδαχὴν αὐτῶν,
ἄνω δὲ τὸ σπέρμα καὶ τὸν καρπὸν φέρεσθαι εἰς τὰς ἐπουρανίους ἐπαγγελίας παρεκελεύσαντο.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.