ἐμφαίνειν νοῦν, ἐγὼ μὲν ὁ κύριος ἐκ πρώτης ἀρξάμενος ἡμέρας οὐ διέλιπον τῆς ἐμαυτοῦ χρηστότητος ὑμῖν τοῖς ἐκ περιτομῆς δείγματα παρέχων, καὶ μυρία ὅσα ὑμὰς εὐεργετῶν, οὐ μόνον τὰ διὰ τῶν ἀνέκαθεν προφητῶν, ἀλλὰ καὶ τὰ διὰ τῆς ἐμαυτοῦ παρουσίας
ἔν τε ταῖς προτρεπτικαῖς διδασκαλίαις καὶ τοῖς λογι- 1 κοῖς μαθήμασιν, ἔν τε τοῖς σημείοις καὶ τέρασι καὶ b ταῖς ἄλλαις παραδοξοποιίαις, ταῖς τε ἰάσεσι καὶ ταῖς θεραπείαις· ὑμεῖς δὲ οἱ τῆς τοσαύτης εὐεργεσίας ἠξιωμένοι δότε τὸν μισθόν μου ἤ ἀπείπασθε, αἰτῶν αὐτοῦς, ὡς εἴκὸς, καρποῦς εὐσεβείας καὶ δεῖγμα τῆς
εἰς αὐτὸν πίστεως.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.