ἐθνῶν πρόβατα τῷ Χριστῷ πεφυλαγμένοι; οἱ καὶ διὰ τῆς αὐτοῦ χάριτος μεταβεβλήμεθα, καὶ συνέντες τὰ τεθεσπισμένα γνῶσιν ἀληθῆ τοῦ λόγου τοῦ κυρίου εἰλήφαμεν, ἔγνωμέν τε ἡμεῖς οἱ Χαναναῖοι καὶ συνήκαμεν c τὰ δηλούμενα· οὐκ ἔγνωσαν δὲ οὐδὲ συνῆκαν
οἱ τὸν Ἰσραὴλ αὐχοῦντες καὶ ἐπὶ τῷ σπέρματι Ἀβραὰμ ἐπαιρόμενοι.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.