τοὺς ἐννόμους θεσμοὺς ἐπὶ τὴν τιμὴν παρῄει· ὅ τε b προφήτης μέχρις Ἰωάννου παυσάμενος οὐκέτι ἐν αὐτοῖς ἐνήργει, ἀντὶ δὲ τούτου ψευδοπροφήτης τις ἀσεβὴς καὶ πλανῶν τὸν λαὸν) εἰκότως τὰ τρία χαρίσματα, πάλαι πρότερον ὑπὲρ πάντα κόσμον εὐπρεπῆ τὸ πᾶν
ἔθνος κοσμοῦντα, περιαιρήσειν ὑφ’ ἕνα καιρὸν ἀπειλεῖ λέγων “ καὶ ἐξαρῶ τοὺς τρεῖς ποιμένας ἐν μηνὶ ἐνὶ, καὶ βαρυνθήσεται ἡ ψυχή μου ἐπ’ αὐτούς. ”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.