ἐπ’ αὐτούς. καὶ γὰρ αἶ ψυχαὶ αὐτῶν ἐπωρύοντο ἐπ’ ἐμὲ, καὶ εἶπα, οὐ ποιμανῶ ὑμᾶς · τὸ ἀποθνῆσκον 298 ἀποθνησκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω, καὶ τὰ κατάλοιπα ἐσθιέτωσαν, ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ. καὶ λήψομαι τὴν ῥάβδον τὴν καλὴν,
καὶ ἀπορρίψω αὐτὴν τοῦ διασκεδάσαι τὴν διαθήκην μου, ἣν διεθέμην πρὸς πάντας τοὺς λαούς. καὶ διασκεδασθήσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ γνώσονται οἱ Καναναῖος τὰ πρόβατα τὰ φυλασσόμενά μοι, ὅτι λόγος κυρίου ἐστί. καὶ ἐρῶ πρὸς αὐτοὺς, εἰ καλὸν
ἐνώπιον ὑμῶν ἐστι, δότε τὸν μισθόν μου ἢ άπείπασθε. b καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς. καὶ εἶπεν κύριος πρός με, κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον, καὶ σκέψαι εἰ δόκιμόν ἐστιν, ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν. καὶ ἔλαβον τοὺς τριάκοντα
ἀργυροῦς, καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον κυρίου εἰς τὸ χωνευτήριον, καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν τὸ σχοίνισμα τοῦ διασκεδάσαι τὴν διαθήκην ἀνὰ μέσον Ἰούδα καὶ ἀνὰ μέσον Ἰσραήλ.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.