παίδων προί·στασθαι μετὰ τῆς περὶ τὸ θεῖον σχολῆς αὐταῖς γαμεταῖς καὶ παισὶ καὶ οἴκοις θεοσεβεῖν ἀπερισπάστως δυναμένοις, καὶ μηδαμῶς ὑπὸ τῶν ἐκτὸς τῆς περὶ τὰ κρείττω προθέσεως ἀποσπωμένοις · τὰ δὲ καθ’ ἡμᾶς μυρία τὰ ἐκτὸς καθέλκοντα, καὶ εἰς
ἀλλοκότους φροντίδας περισύροντα, τῆς τε περὶ τὰ θεῷ ἀρεστὰ σπουδῆς ἀφιστάντα τυγχάνει.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.