αὐτὸν τῷ ‘ Αβραὰμ τρόπον. ἀλλὰ καὶ ὁ ‘ Ιὼβ, ἄνθρωπος 1 δίκαιος 5 ἀληθινὸς, ἄμεμπτος . θεοσεβὴς . ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος . πρὸ τῶν Μώσεως χρόνων μεμαρτύρηται· ὃς δὴ καὶ πεῖραν τῆς εἰς τὸν τῶν ὅλων θεὸν εὐσεβείας δι’ ἀθρόας τῆς τῶν ὑπαρχόντων ἀποβολῆς ὑποσχὼν μέγιστον εὐσεβοῦς ϋπόδειγμα
δεῖγμα τρόπου καὶ τοῖς μετ’ αὐτὸν ἀπολέλοιπεν, τὸν φιλόσοφον ἐκεῖνον ἐπιφωνήσας λόγον “ γυμνὸς ἐξὴλθον c ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι · ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο· ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. εἴη τὸ ὄνομα κυρίου εὐλογημένον.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.