ρασκευῇ ὡς ὁ Χριστιανισμὸς οὔτε Ἑλληνισμός τίς ἐστιν οὔτε Ἰουδαἰ·σμὸς ^ οἰκεῖον δέ τινα φέρων χαρα- κτῆρα θεοσεβείας, καὶ τοῦτον οὐ νέον οὐδὲ ἐκτετοπισμένον, ἀλλ’ εὖ μάλα παλαίτατον καὶ τοῖς πρὸ τῶν Μωυσέως χρόνων θεοφιλέσιν ἐπ’ εὐσεβείᾳ τε καὶ 12 δικαιοσύνῃ μεμαρτυρημένοις συνήθη καὶ γνώριμον.
πλὴν ἀλλὰ καὶ νῦν ἐπιθεωρήσαντες τί ποτ’ ἐστὶν ὅ τε Ἑλληνισμὸς καὶ Ἰουδαϊσμὸς σκεψώμεθα ποτέρῳ τούτων ὑπηγμένους τοὺς πρὸ Μωυσέως θεοφιλεῖς ἄνδρας πρὸς αὐτοῦ Μωυδέως θεοφιλεῖς καὶ ἐπ’ εὐσεβείᾳ μεμαρτυρημένους εὕροιμεν ἄν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.