ὡς μᾶλλον ὁ ζῳοθυτήσας ἀπόδεκτος εἴρηται παρὰ τὸν ἀπὸ γῆς προσαγαγόντα τῷ θεῷ τὴν θυσίαν. καὶ Νῶε δὲ εὐθὺς ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν ἀνήνεγκεν ὁλοκαρπώσεις ἐπὶ τὸ θυσιαστήριον, καὶ
ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας. ἀλλὰ καὶ Ἀβραὰμ θύσας ἀναγέγραπται, ὥστε κατὰ τὴν τῆς θείας γραφῆς 35 μαρτυρίαν πρώτην ἁπάντων τὴν διὰ ζῴων θυσίαν ἐπινενοῆσθαι τοῖς πάλαι θεοφιλέσι.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.