ἡμῖν ὁμοιοπαθῆ, οἶα πρόβατον καὶ ἀμνὸν, ἐκ τῆς ἀνθρώπων ἀφορίσας ἀγέλης, τούτῳ τε ἐπιγράψας τὰς πάντων ἡμῶν ἁμαρτίας, καὶ τὴν κατάραν γε αὐτῷ τὴν ἐν τῷ Μώσεως νόμῳ προστετιμημένην περιάψας, ὅτι δὴ Μώσεως ἀνειπόντος “ ἐπικατάρατος πᾶς
ὁ κρεμάμενος ἐπὶ ξύλου, ” τοῦτο πέπονθεν αὐτὸς δι’ ἡμᾶς γενόμενος ὑπὲρ ἡμῶν κατάρα· καὶ δὴ καὶ ἁμαρτίαν αὐτὸν δι’ ἡμὰς ποιήσας.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.