καθάρσιον, τὸ τῶν ἁμαρτωλῶν ἀντίψυχον, ὁ δὴ καὶ ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀρνίον ἀγόμενον τοῦ θύεσθαι, ταῦτά τε πάντα ὑπὲρ ἡμῶν καὶ δι’ ἡμὰς; ὅθεν οἱ μὲν παλαιοὶ καὶ θεοφιλεῖς ἄνδρες 38 εἰκότως ἀπουσίᾳ τῶν κρειττόνων τοῖς συμβόλοις
προσανεῖχον, ὡς καὶ τοῦτο αὐτὸ ὁ σωτὴρ ἡμῶν διδάσκει λέγων “ πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον· καὶ ἀκοῦσαι ἃ ὑμεῖς ἀκούετε, καὶ οὐκ ἥκουσαν.’
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.