καὶ τίμιον καὶ θεοπρεπὲς σφάγιον παρῆν ἀνθρώποις, ταῖς διὰ ζῴων θυςίαις λύτρα τῆς ἑαυτῶν ζωῆς καὶ ἀντίψυχα τῆς οίκείας φύσεως προσηκόντως ἀποδιδόναι χρῆν τῷ θεῷ, ὡς καὶ ἔπραττον οἱ πάγα ἱερεῖον
ἥξειν ποτὲ εἰς ἀνθρώπους τῷ θείῳ πνεύματι προειληφότες, τὸ τοῦ παντὸς καθάρσιον κόσμου, οὗ καὶ τὰ c σύμβολα τέως ἐπιτελεῖν αὐτοὺς προφήτας ὄντας, καὶ τὸ μέλλον ἔσεσθαι προτυπουμένους· ἐπειδὴ δὲ τὸ τέλειον παρῆν, τοῖς τῶν προφητῶν ἀκολούθως θεσπίσμασι
πέπαυτο τὰ πρῶτα καὶ λέλυτο παραχφρῆμα διὰ τῆς τοῦ κρείττονος καὶ ἀληθοῦς ἱερουργίας.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.