φάσκων δι’ ἀποδείξεων ἐναργὲς ἀληθείας παρέχειν δεῖγμα,. πίστει δὲ μόνῃ προσέχειν ἀξιοῦν τοὺς ἡμῖν προσιόντας, τούτους δὲ καὶ πείθειν οὐδὲν πλέον ἢ σφὰς αὐτοὺς θρεμμάτων ἀλόγων δίκην μύσαντας εὖ καὶ ἀνδρείως ἕπεσθαι δεῖν ἀνεξετάστως ἅπασι τοῖς
παρ’ ἡμῶν λεγομένοις, παρ’ ὃ καὶ πιστοὺς χρηματί- 1 ζεῖν τῆς ἀλόγου χάριν πίστεως, εἰκότως διελὼν τὰς καθ’ ἡμῶν διαβολὰς ἐν τῇ Προπαρασκευῇ τοῦ παν- τὸς λόγου πρώτην μὲν τὴν τῶν πολυθέων ἐξεθέμην ἐθνῶν, ἐπεγκαλούντων ἡμῖν ὅτι δὴ τῶν πατρίων θεῶν ἀποστάται κατέστημεν, ἐπὶ μέγα φαμένων τε ὅτι τὰ
βάρβαρα τῶν Ἑλλήνων προτετιμήκαμεν, τὰ παρ’ Ἑβραίοις ἀσπασάμενοι λόγια ’
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.