πραγματείαν ἐξ αὐτῶν ἐκείνων τῶν παρ’ Ἑβραίοις θεολόγων παραστήσασθαι πειράσομαι. σπουδαιολογεῖται δέ μοι ἡ γραφὴ οὐχ, ὡς ἄν τις φαίη, κατὰ Ἰουδαίων, ἄπαγε, πολλοῦ γε καὶ δεῖ, πρὸς αὐτῶν μὲν οὖν, εἰ εὐγνωμονοῖεν, τυγχάνει· συνίστησι γὰρ
τὰ μὲν Χριστιανῶν διὰ τῆς ἀνέκαθεν προρρήσεως ἐπιμαρτυρίας, τὰ δ’ ἐκείνων διὰ τῆς τῶν παρ’ αὐτοῖς προφητειῶν ἀποτελεσματικῆς συμπληρώσεως.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.