καί πως ἠρέμα τῶν καθ’ ἡμᾶς ἡσυχῆ τὸ ἀπερίεργον εἰληφότων, εἰς ὄγδοον τε διαγενομένων ἔτος, ἀμφὶ τὰ ἐν Παλαιστίνῃ χαλκοῦ μέταλλα οὐκ ὀλίγης ὁμολογητῶν συγκεκροτημένης πληθύος, πολλῇ τε τῇ παρρησίᾳ χρωμένων, ὡς καὶ οἴκους εἰς ἐκκλησίας δείμασθαι, ὁ τῆς ἐπαρχίας ἄρχων δεινός τις ὢν καὶ πονηρὸς, καὶ οἷον αὐτὸν τὰ κατὰ τῶν μαρτύρων δρασθέντα συνέστησεν, ἐπιδημήσας αὐτόθι
καὶ τὴν τῶν ἐκεῖσε διαγωγὴν πυθόμενος βασιλεῖ κοινοῦται, ὅσα δοκεῖν, εἰς διαβολὴν καταγράφων.
οἰκεῖν ἔνειμεν, ἄλλους τε ἄλλαις κατὰ Παλαιστίνην χώραις κατασπείρας, τοὺς πάντας διαφόροις πονεῖσθαί τισιν ἔργοις ἐπικελεύεται.
παραπέμπεται· Πήλευς ἦν καὶ Νεῖλος, ἐπίσκοποι Αἰγυπτίων, καὶ πρεσβύτερος ἄλλος, καὶ ἐπὶ τούτοις ὁ τοῖς πᾶσι διὰ τὴν περὶ πάντας σπουδὴν γνωριμώτατος Πατερμούθιος· οὑς ὁ στρατοπεδάρχης, ἄρνησιν τῆς θεοσεβείας αἰτήσας καὶ μὴ τυχὼν,
τῇ διὰ πυρὸς τελειώσει παραδίδωσιν.
ὣν ἡγεῖτο ἐκ τῆς Γαζαίων ἐπίσκοπος ὁρμώμενος Σιλβανὸς, εὐλαβές τι χρῆμα καὶ γνήσιον ὑπόδειγμα Χριστιανισμοῦ φέρων.
διαπρέψας, εἰς ἐκεῖνο τοῦ καιροῦ τετήρητο, ὡς ἂν ὕστατον γένοιτο παντὸς τοῦ κατὰ Παλαιστίνην ἀγῶνος ἐπισφράγισμα.
οὗτος ἐστέρητο, ὅμως δὲ καὶ ἐφ’ αἷς διέπρεψεν ὁμολογίαις ὁμοίως τοῖς ἄλλοις καυτῆρσιν ἀφανισθεὶς τὸν πόδα, κατὰ τῆς μὴ ἐνεργούσης ὁράσεως τὸν αὐτὸν τοῦ πυρὸς καυτῆρα εἰλήφει, τῶν δημίων ἐπὶ τὸ ἀνηλεὲς καὶ ἀσυμπαθὲς τὸ τοῦ τρόπου ὠμὸν καὶ
ἀπάνθρωπον ἐπιτεινόντων.
ἀλλ’ οὐδὲ ἐν ζῴων δοραῖς ἣ χάρταις, ὑπὸ σητῶν καὶ χρόνου διαφθειρομένοις, ἀλλ’ ἐν πλαξὶν ὡς ἀληθῶς καρδίας σαρκίναις, ψυχῇ τε διαυγεῖ καὶ καθαρωτάτῳ διανοίας ὄμματι καταγεγραμμένου, ὡς προφέρειν γε, ὅτε καὶ βούλοιτο, διὰ στόματος ὥσπερ
ἀπό τινος λόγων θησαυροῦ τοτὲ μὲν νομικὴν καὶ προφητικὴν γραφὴν, τοτὲ δὲ ἱστορικὴν εὐαγγελικήν τε ἄλλοτε καὶ ἀποστολικήν.
μέρη θείας γραφῆς διεξιόντα. ἕως μὲν γὰρ φωνῆς αὐτὸ μόνον ἐπακροᾶσθαί μοι παρῆν, ἀναγινώσκειν, οἷα δὴ ἔθος ἐν ταῖς συνόδοις, τινὰ ἡγούμην, ὡς δὲ ἄγχιστα γενόμενος τὸ πραττόμενον συνσεῖδον, τοὺς μὲν ἄλλους ἅπαντας ὑγιέσιν ὀφθαλμοῖς ἐν κύκλῳ
περιεστῶτας, τοῦτον δὲ μόνοις τοῖς τῆς διανοίας 1 χρώμενον, καὶ ἀτεχνῶς οἷά τινα προφήτην ἀποφθεγγόμενον, παρὰ πολύ τε πλεονεκτοῦντα τοὺς τὸ σῶμα ἐρρωμένους, οὐδ’ ὁπωσοῦν δοξάζειν τὸν θεὸν καὶ ἀποθαυμάζειν οἷός τε ἦν, σαφές τε πεῖσμα καὶ βέβαιον αὐτοῖς ἔργοις ἐδόκουν μοι ὁρᾶν, ὅτι δὴ
μόνος κατ’ ἀλήθειαν οὐχ ὁ ἐν τῷ προφανεῖ σώματι νενομισμένος πέφυκεν ἄνθρωπος, ἀλλ’ ὁ κατὰ ψυχὴν καὶ διάνοιαν, ὃς καὶ τοῦ σώματος λελωβημένου μείζονα τὴν ἀρετὴν τῆς καθ’ αὑτὸν δυνάμεως ἐπεδείκνυτο.
τὸν ἀποκριθέντα τόπον διατρίβοντας, τά τε συνήθη έν ἀσιτίαις καὶ προσευχαῖς καὶ ταῖς λοιπαῖς ἀποτελοῦντας ἀσκήσεσι, θεὸς μὲν αὐτὸς τῆς σωτηρίου τελειώσεως τυχεῖν ἠξίου, δεξιὰν αὐτοῖς ἐπήκοον παρέχων, ὁ δὲ πολέμιος ἐχθρὸς, ἄτε σχολαίτατα
κατ’ αὐτοῦ διὰ τῶν πρὸς θεὸν εὐχῶν ὁπλιζομένους μηκέθ’ οἷός τε φέρειν, κτείνειν καὶ μεταίρειν ἀπὸ γῆς ὡσὰν ἐνόμιζεν ἐνοχλοῦντας·
πονηρίας ἐκεῖνοί τε τῶν πολυτρόπων ἀγώνων ἤδη ποτὲ ἀπολάβοιεν τὰ βραβεῖα. ταύτῃ οὖν ἑνὸς δέοντες τὸν ἀριθμὸν τεσσαράκοντα νεύματι τοῦ παναγεστάτου Μαξιμίνου ἐν ἡμέρᾳ μιᾷ τὰς κεφαλὰς ἀποτέμνονται.
ἐν ὅλοις ἔτεσιν ὀκτὼ συμπερανθέντα μαρτύρια, καὶ τοιοῦτος ὁ καθ’ ἡμὰς διωγμὸς, ἀρξάμενος μὲν ἀπὸ τῆς τῶν ἐκκλησιῶν καθαιρέσεως, εἰς μέγα δὲ προκόψας ἐν ταῖς κατὰ χρόνους τῶν ἀρχόντων ἐπαναστάσεσιν, ἐν αἷς πολύτροποι καὶ πολυειδεῖς τῶν
ὑπὲρ εὐσεβείας ἠθληκότων ἀγῶνες ἀνήριθμόν τι πλῆθος μαρτύρων κατὰ πᾶσαν ἐπάρχιον συνεστή- σαντο, ἐν τοῖς ἀπὸ Λιβύης καὶ δι’ ὅλης Αἰγύπτου, Συρίας τε καὶ τῶν ἀπ’ ἀνατολῆς καὶ κύκλῳ μέχρι τῶν κατὰ τὸ Ἰλλυρικὸν κλίμα παρατείνουσι.
καὶ Σικελία, Γαλλία τε καὶ ὅσα κατὰ δυόμενον ἥλιον ἐπὶ Σπανίαν Μαυριτανίαν τε καὶ Ἀφρικὴν, ὅλοις ἔτεσιν δυσὶ τοῖς πρώτοις τοῦ διωγμοῦ τὸν πόλεμον ὑπομείναντα, ταχίστης ἠξιώθησαν ἐπισκοπῆς τε θεοῦ καὶ εἰρήνης, τῆς οὐρανίου προνοίας
φειδὼ τῆς τῶν ἀνδρῶν ἁπλότητος καὶ πίστεως ποιουμένης.
εἰρήνης δ’ ἀπολαύουσιν οἱ ἐν θατέρῳ μέρει τῷ προδεδηλωμένῳ κατοικοῦντες ἀδελφοὶ, τῶν ἀνὰ τὴν ἄλλην οἰκουμένην μυρίους ἐπὶ μυρίοις ἀγῶνας ὑπομεινάντων. μεινάντων.
τότε δῆτα καὶ οἶ καθ’ ἡμᾶς ἄρχοντες αὐτοὶ δὴ ἐκεῖνοι, δι’ ὧν πάλαι τὰ τῶν καθ’ ἡμᾶς ἐνηργεῖτο πολέμων, παραδοξοτάτῳ γνώμῃ μεταβαλλόμενοι παλινῳδίαν ᾖδον, χρηστοῖς περὶ ἡμῶν προγράμμασιν καὶ ἡμέροις διατάγμασι τὴν καθ’ ἡμῶν πυρκαιὰν
ἀποσβεννύντες· ἀναγραπτέα δὴ καὶ ἡ παλινῳδία.
De Martyribus Palaestinae (Recensio Brevior). Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.