τρόπον Μαξιμῖνος ὁ ἐπ’ ἀνατολῆς τύραννος, δυσσεβέστατος εἰ καί τις ἄλλος, καὶ τῆς εἰς τὸν τῶν ὅλων θεὸν εὐσεβείας πολεμιώτατος γεγονὼς, οὐδαμῶς τοῖς γραφεῖσιν ἀρεσθεὶς, ἀντὶ τοῦ προτεθέντος γράμματος λόγῳ προστάττει τοῖς ὑπ’ αὐτὸν ἄρχουσι
τὸν καθ’ ἡμῶν ἀνεῖναι πόλεμον. ἐπεὶ γὰρ αὐτῷ μὴ ἐξῆν ἄλλως τῇ τῶν κρειττόνων ἀντιλέγειν κρίσει, τὸν προεκτεθέντα νόμον ἐν παραβύστῳ θεὶς, καὶ ὅπως ἐν τοῖς ὑπ’ αὐτὸν μέρεσι μὴ εἰς προὖπτον ἀχθείη φροντίσας, ἀγράφῳ προστάγματι τοῖς ὑπ’
αὐτὸν ἄρχουσι τὸν καθ’ ἡμῶν διωγμὸν ἀνεῖναι προστάττει. οἱ δὲ τὰ τῆς παρακελεύσεως ἀλλήλοις διὰ γραφῆς ὑποσημαίνουσιν.
ἐμφαίνει γνώμην διὰ Ῥωμαϊκῆς ἐπιστολῆς, ἧς καὶ αὐτῆς ἡ ἑρμηνεία τοῦτον περιέχει τὸν τρόπον
καὶ ὀρθὴν τοῦ ζῆν ὁδὸν περιαγαγεῖν ἔτι πάλαι ὥρισεν, ὅπως καὶ οἶ ἀλλοτρίᾳ Ῥωμαίων συνηθείᾳ ἀκολουθεῖν δοκοῦντες τὰς ὀφειλομένας θρησκείας τοῖς ἀθανάτοις θεοῖς ἐπιτελοῖεν.
ὡς μήτε λογισμῷ δικαίῳ τῆς κελεύσεως δύνα- ‟σθαι ἐκ τῆς ἰδίας προθέσεως ἀναχωρεῖν, μήτε τὴν ‟ἐπικειμένην τιμωρίαν αὐτοὺς ἐκφοβεῖν.
‟οῦσαν εὐγένειαν τῆς εὐσεβείας ἡ θειότης τῶν δε- ‟σποτῶν ἡμῶν τῶν δυνατωτάτων αὐτοκρατόρων, ‟ἀλλότριον εἶναι τῆς προθέσεως τῆς θειοτάτης τῆς ‟ἰδίας δοκιμάζουσα τὸ ἐκ τῆς τοιαύτης αἰτίας εῖς ‟τοσοῦτον κίνδυνον τοὺς ἀνθρώπους περιβάλλειν,
‟ἐκέλευσε διὰ τῆς ἐμῆς καθοσιώσεως τῇ σῇ ἀγχινοίᾳ διαχαράξαι, ἵν᾿ εἴ τις τῶν Χριστιανῶν τοῦ ἰδίου ‟ἔθνους τὴν θρησκείαν μετιὼν εὑρεθείη, τῆς κατ’ αὐτοῦ ἐνοχλήσεως καὶ τοῦ κινδύνου αὐτὸν ἀποστήσειας, καὶ μή τινα ἐκ ταύτης τῆς προφάσεως τιμω-
‟ρίᾳ κολαστέον νομίσειας, ὁπότε τῇ τοσούτου χρόνου ‟συνελεύσει συνέστη, αὐτοὺς μηδενὶ τρόπῳ πεπεῖσθαι ‟δεδυνῆσθαι, ὅπως ἀπὸ τῶν τοιούτων ἐνστάσεων ‟ἀναχωρήσαιεν.
‟τους τοῦ πάγου ἑκάστης πόλεως ἡ σὴ ἐπιστρέφεια “ὀφείλει, ἵνα γνοῖεν περαιτέρω αὐτοῖς τούτου γράμματος φροντίδα ποιεῖσθαι μὴ προσήκειν.”
στρατηγοῖς καὶ τοῖς κατ’ ἀγροὺς ἐπιτεταγμένοις τὴν βασιλικὴν διὰ γραμμάτων ἐμφανῆ καθιστῶσι γνώμην· οὐ μόνον δ’ αὐτοῖς διὰ γραφῆς ταῦτα προυχώρει, καὶ ἔργοις δὲ πολὺ πρότερον, ὡσὰν νεῦμα βασιλικὸν εἰς πέρας ἄγοντες, οὑς εἶχον ἐν δεσμωτηρίοις
καθειργμένους διὰ τὴν εἰς τὸ θεῖον ὁμολογίαν, εἰς φανερὸν προάγοντες ἠλευθέρουν, ἀνιέντες τούτων δὴ αὐτῶν τοὺς ἐν μετάλλοις ἐπὶ τιμωρίᾳ δεδομένους· τοῦτο γὰρ ἐπ’ ἀληθείας βασιλεῖ δοκεῖν ὑπειλήφασιν ἠπατημένοι.
καὶ τὰς ἐπὶ τούτων ἐξ ἔθους ἐπιτελουμένας συναγωγὰς, καταπέπληκτο δ’ ἐπὶ τούτοις οὐ σμικρῶς πᾶς τις τῶν ἀπίστων ἐθνῶν, τῆς τοσαύτης μεταβολῆς τὸ παράδοξον ἀποθαυμάζων, μέγαν τε καὶ μόνον ἀληθῆ τὸν Χριστιανῶν θεὸν ἐπιβοώμενος.
οἱ μὲν τὸν τῶν διωγμῶν ἀγῶνα πιστῶς καὶ ἀνδρείως διηθληκότες τὴν πρὸς ἅπαντας αὖθις ἀπελάμβανον παρρησίαν, ὅσοι δὲ τὰ τῆς πίστεως νενοσηκότες τὰς ψυχὰς ἐτύγχανον κεχειμασμένοι, ἀσμένως περὶ τὴν σφῶν θεραπείαν ἔσπευδον, ἀντιβολοῦντες
καὶ σωτηρίας δεξιὰν τοὺς ἐρρωμένους αἰτούμενοι, τόν τε θεὸν ἐλέων αὐτοῖς γενέσθαι καθικετεύοντες.
γαῦροι καὶ φαιδροὶ διὰ πάσης ἰόντες πόλεως, εὐφροσύνης τε ἀλέκτου καὶ ἣν οὐδὲ λόγῳ δυνατὸν ἑρμηνεῦσαι παρρησίας ἔμπλεοι.
ἤνυε. καὶ τοὺς μετὰ τιμωρίας ἀπηνεστάτης μικρῷ πρόσθεν δεσμίους τῶν πατρίδων ἀπεληλαμένους εἶδες ἂν ἱλαροῖς καὶ γεγηθόσι προσώποις τὰς αὐτῶν ἑστίας ἀπολαμβάνοντας, ὡς καὶ τοὺς πρότερον καθ’ ἡμῶν φονῶντας, τὸ θαῦμα παρὰ πᾶσαν ὁρῶντας
ἐλπίδα, συγχαίρειν τοῖς γεγενημένοις.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.