τοὺς ἐν Τύρῳ τῆς Φοινίκης, οὓς τίς ἰδὼν οὐ κατεπλάγη τὰς ἀναριθμήτους μάστιγας, καὶ τὰς ἐν τούτοις τῶν ὡς ἀληθῶς παραδόξων τῆς θεοσεβείας ἀθλητῶν ἐνστάσεις, τόν τε παραχρῆμα μετὰ τὰς μάστιγας ἐν θηρσὶν αἱμοβόροις ἀγῶνα, καὶ τὰς ἐν τούτῳ
παρδάλεων καὶ διαφόρων ἄρκτων, συῶν τε ἀγρίων καὶ πυρὶ καὶ σιδήρῳ κεκαυτηριασμένων βοῶν προσβολὰς, καὶ τὰς πρὸς ἕκαστον τῶν θηρίων θαυμασίους τῶν γενναίων ὑπομονάς;
σωτῆρος ἡμῶν αὐτοῦ δὴ Ἰησοῦ Χριστοῦ τὴν θείαν δύναμιν ἐπιπαροῦσαν, ἐναργῶς τε αὐτὴν τοῖς μάρτυσιν ἐπιδεικνῦσαν ἱστορήσαμεν, τῶν ἀνθρωποβόρων ἐπὶ πλείονα χρόνον μὴ προσψαύειν μηδὲ πλησιάζειν τοῖς τῶν θεοφιλῶν σώμασιν ἐπιτολμώντων, ἀλλ᾿ ἐπὶ
μὲν τοὺς ἄλλους, ὅσοι δήπουθεν ἔξωθεν ἐρεθισμοῖς παρώρμων αὐτὰ, φερομένων, μόνων δὲ τῶν ἱερῶν ἀθλητῶν γυμνῶν ἑστώτων καὶ ταῖς χερσὶ κατασειόντων, ἐπί τε σφᾶς αὐτοὺς ἐπισπωμένων τοῦτο γὰρ αὐτοῖς ἐκελεύετο πράττειν) μηδ’ ὅλως ἐφαπτομένων, ἀλλ’ ἔσθ’ ὅπη μὲν καὶ ἐπ’ αὐτοὺς ὁρμώντων, οἷα
δὲ πρός τινος θειοτέρας δυνάμεως ἀνακρουομένων καὶ αὖ πάλιν εἰς τοὐπίσω χωρούντων.
μάρτυρι θηρίον.
ἐφαπλοῦντος εἰς σταυροῦ τύπον, ἀκαταπλήκτῳ δὲ καὶ ἀτρεμεῖ διανοίᾳ ταῖς πρὸς τὸ θεῖον σχολαίτατα τεταμένου λιταῖς, μηδ’ ὅλως τε μεθισταμένου μηδ’ ἀποκλίνοντός ποι τοῦ ἔνθα εἱστήκει τόπου, ἄρκτων καὶ παρδάλεων θυμοῦ καὶ θανάτου πνεόντων σχεδὸν
αὐτῆς καθαπτομένων αὐτοῦ τῆς σαρκὸς, ἀλλ’ οὐκ οἶδ’ ὅπως θείᾳ καὶ ἀπορρήτῳ δυνάμει μονονουχὶ φραττομένων τὸ στόμα, καὶ αὖθις παλινδρομούντων εἰς τοὐπίσω. καὶ οὗτος μὲν οὑν τοιοῦτός τις ἢν.
ἐτύγχανον, ἠγριωμένῳ ταύρῳ παραβληθέντας, ὃς τοὺς μὲν ἄλλους τῶν ἔξωθεν προσιόντων τοῖς κέρασιν εἰς τὸν ἀέρα ῥίπτων διεσπάραττεν, ἡμιθνῆτας αἴρεσθαι καταλιπὼν, ἐπὶ μόνους δὲ θυμῷ καὶ ἀπειλῇ τοὺς ἱεροὺς ὁρμῶν μάρτυρας οὐδὲ πλησιάζειν αὐτοῖς
οἷός τε ἠν, κυρίττων δὲ τοῖς ποσὶ καὶ τοῖς τῇδε κἀκεῖσε χρώμενος καὶ διὰ τοὺς ἀπὸ τῶν καυτήρων ἐρεθισμοὺς θυμοῦ καὶ ἀπειλῆς πνέων εἰς τοὐπίσω πρὸς τῆς ἱερᾶς ἀνθείλκετο προνοίας, ὡς μηδὲ τούτου μηδὲν μηδαμῶς αὐτοὺς ἀδικήσαντος, ἕτερα ἄττα αὐτοῖς ἐπαφίεσθαι θηρία.
τοῖς θαλαττίοις παραδίδονται κύμασι.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.