τὸν Φιλέαν ἔφαμεν, αὐτὸς ἑαυτοῦ παρίτω μάρτυς, ἄμα μὲν ἑαυτὸν ὅστις ποτ’ ἦν ἐπιδείξων, ἅμα δὲ καὶ τὰ κατ’ αὐτὸν ἐν τῇ Ἀλεξανδρείᾳ συμβεβηκότα μαρτύρια ἀκριβέστερον μᾶλλον ἢ ἡμεῖς ἱστορήσων διὰ τούτων τῶν λέξεων
“σμάτων ἐν ταῖς θείαις καὶ ἱεραῖς γραφαῖς κειμένων, ·‘οὐδὲν μελλήσαντες οἱ μακάριοι σὺν ἡμῖν μάρτυρες, “τὸ τῆς ψυχῆς ὄμμα πρὸς τὸν ἐπὶ πάντων θεὸν κα- “θαρῶς τείναντες, καὶ τὸν ἐπ’ εὐσεβείᾳ θάνατον ἐν “νῷ λαβόντες, ἀπρὶξ τῆς κλήσεως εἴχοντο, τὸν μὲν
“κύριον ἡμῶν Ἰησοῦν Χριστὸν εὑρόντες ἐνανθρω- “πήσαντα δι’ ἡμᾶς, ἵνα πᾶσαν μὲν ἁμαρτίαν ἐκκόψῃ, “ἐφόδια δὲ τῆς εἰς τὴν αἰώνιον ζωὴν εἰσόδου ἡμῖν “κατάθηται· οὐ γὰρ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα “θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν,
“καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἑαυτὸν ἐταπεί- ‘νωσεν ἕως θανάτου, θανάτου δὲ σταυροῦ.
“ὑπέμειναν, πάσας δὲ ἀπειλὰς οὐ λόγοις μόνον, ἀλλὰ καὶ ἔργοις τῶν δορυφόρων κατ’ αὐτῶν φιλοτιμουμένων, οὐκ ἐνεδίδουν τὴν γνώμην, διὰ τὸ τὴν τελείαν ἀγάπην ἔξω βάλλειν τὸν φόβον.
“ἀνδρείαν, τίς ἂν ἀρκέσειε λόγος; ἀνέσεως γὰρ οὔσης ἅπασι τοῖς βουλομένοις ἐνυβρίζειν, οἱ μὲν “ξύλοις ἔπαιον, ἕτεροι δὲ ῥάβδοις, ἄλλοι δὲ μάστιξιν, ἕτεροι δὲ πάλιν ἱμᾶσιν, ἄλλοι δὲ σχοινίοις.
“τὴν ἐν αὐτῇ κακίαν ἔχουσα. οἶ μὲν γὰρ ὀπίσω τὼ χεῖρε δεθέντες περὶ τὸ ξύλον ἐξηρτῶντο, καὶ μαγγάνοις τισὶ διετείνοντο πᾶν μέλος, εἶθ’ οὕτως διὰ “παντὸς τοῦ σώματος ἐπῆγον ἐκ κελεύσεως οἶ βασα- “νισταὶ, οὐ καθάπερ τοῖς φονεῦσιν ἐπὶ τῶν πλευρῶν “μόνον, ἀλλὰ καὶ τῆς γαστρὸς καὶ κνημῶν καὶ πα- “ρειῶν τοῖς ἀμυντηρίοις ἐκόλαζον· ἕτεροι δὲ ἀπὸ τῆς “στοᾶς μιᾶς χειρὸς ἐξηρτημένοι ᾐωροῦντο, πάσης
“ἀληδόνος δεινοτέραν τὴν ἀπὸ τῶν ἄρθρων καὶ με- “λῶν τάσιν ἔχοντες· ἄλλοι δὲ πρὸς τοῖς κίοσιν ἀντι- “πρόσωποι ἐδοῦντο, οὐ βεβηκόσι τοῖς ποσὶ, τῷ δὲ “βάρει τοῦ σώματος βιαζομένων μετὰ τάσεως ἀνελ- “κομένων τῶν δεσμῶν.
“ἐφ’ ὅσον προσδιελέγετο οὐδ’ αὐτοῖς ἐσχόλαζεν ὁ “ἡγεμὼν, ἀλλὰ μονονουχὶ δι’ ὅλης τῆς ἡμέρας. ὅτε “γὰρ καὶ ἐφ’ ἑτέρους μετέβαινε, τοῖς προτέροις κα- “τελίμπανεν ἐφεδρεύειν τοὺς τῇ ἐξουσίᾳ αὐτοῦ ὑπη- “ρετουμένους, εἴ πού τις ἡττηθεὶς τῶν βασάνων
‘ἐνδιδόναι ἐδόκει, ἀφειδῶς δὲ κελεύων καὶ τοῖς ‘δεσμοῖς προσιέναι, καὶ μετὰ ταῦτα ψυχορραγοῦν- “τας αὐτοὺς κατατιθεμένους εἰς τὴν γῆν ἕλκεσθαι· “
“ὡς μηκέτ’ ὄντων, ταύτην δευτέραν ἐπὶ ταῖς πληγαῖς τῶν ὑπεναντίων ἐφευρόντων.
εἶναι, μὴ δυναμένους διὰ τὸ ἔναυλα τὰ τραύματα ἀπὸ τῶν πληγῶν καθ’ ὅλου τοῦ σώματος ἔχειν· ἕτεροι δὲ εἰς τοὔδαφος ῥιφέντες ἔκειντο ὑπὸ τῆς τῶν βασάνων ἀθρόας προσβολῆς, δεινοτέραν τὴν ‘ὄψιν τῆς ἐνεργείας τοῖς ὁρῶσι παρέχοντες, ποικίλας
καὶ διαφόρους ἐν τοῖς σώμασι φέροντες τῶν βασάνων τὰς ἐπινοίας.
τῆς ἀπὸ τῆς θεραπείας ἀνακτήσεως τυχόντες τῷ ῾χρόνῳ καὶ τῇ τῆς φυλακῆς διατριβῇ θαρσαλεώτεροι ἐγίνοντο.
“τυχόντα, ἢ μὴ θύοντα τὴν ἐπὶ θανάτῳ δίκην “χεσθαι, οὐδὲν μελλήσαντες ἀσμένως ἐπὶ τὸν θάνα- “τον ἐχώρουν· ᾔδεσαν γὰρ τὰ ὑπὸ τῶν ἱερῶν γρα- “φῶν ἡμῖν προορισθέντα. ὁ γὰρ θυσιάζων, φησὶ “θεοῖς ἑτέροις ἐξολοθρευθήσεται, καί· ὅτι οὐκ ἔσον-
“ταί ταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ.”
τὰ ἐν οἶς ἦν ἀνατιθέμενος, ἅμα δὲ καὶ παρορμῶν αὐτοὺς ἐπὶ τὸ ἀπρὶξ ἔχεσθαι καὶ μετ’ αὐτὸν ὅσον οὔπω τελειωθησόμενον τῆς ἐν Χριστῷ θεοσεβείας.
μαρτύρων ἀθλήσεις παρατίθεσθαι, καὶ μάλιστα τῶν οὐκέτι μὲν κοινῷ νόμῳ, πολέμου δὲ τρόπῳ πεπολιορκημένων;
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.