ἡμῶν Ἰησοῦν Χριστὸν πίστεως , ὁ μισόκαλος δαίμων οἷα τῆς ἀληθείας ἐχθρὸς καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἀεὶ τυγχάνων πολεμιώτατος , πάσας στρέφων κατὰ τῆς ἐκκλησίας μηχανὰς, πάλαι μὲν τοῖς ἔξωθεν διωγμοῖς κατ’ αὐτῆς ὡπλίζετο ·
μὴν τούτων ἀποκεκλεισμένος , πονηροῖς καὶ ἀνδράσιν ὥσπερ τισὶν ὀλεθρίοις ψυχῶν ὀργάνοις διακόνοις τε ἀπωλείας χρώμενος, ἑτέραις κατεστρατήγει μεθόδοις , πάντα μόρον ἐπινοῶν , ὡς ἂν ὑποδύντες γόητες καὶ ἀπατηλοὶ τὴν αὐτὴν τοῖ δόγματος ἡμῖν
προσηγορίαν ὁμοῦ μὲν τῶν πιστῶν τοὺς πρὸς αὐτῶν προσηγορίαν εἰς βυθὸν ἀπωλείας ἄγοιειν , ὁμοῦ δὲ τοὺς τῆς πίστεως ἀγνῶτας δι’ ὧν αὐτοὶ δρῶντες ἐπιχειροῖεν ἀποτρέποιντο τῆς ἐπὶ τὸν σωτήριον λόγον παρόδου.
τοῦ Σίμωνος ἤδη πρότερον παραδεδώκαμεν, ἀμφίστομος ὥσπερ καὶ δικέφαλος ὀφιώδης τις προελθοῦσα δύναμις δυεῖν αἱρέσεων διαφόρων ἀρχηγοὺς κατεστήσατο, Σατορνῖνόν τε Ἀντιοχέα τὸ γένος καὶ Βασιλείδην Ἀλεξανδρέα, ὧν ὁ μὲν κατὰ Συρίαν , ὁ δὲ κατ’
Αἴγυπτον συνεστήσαντο θεομισῶν αἱρέσεων διδασκαλεῖα.
οὖν ἐκκλησιαστικῶν ἀνδρῶν κατ’ ἐκεῖνο καιρουτῆς ἀληθείας ὑπεραγωνιζομένων, λογικώτερόν τ τῆς ἀποστολικῆς καὶ ἐκκλησιαστικῆς δόξης ὑπερμαχούντων, ἤδη τινὲς καὶ διὰ συγγραμμάτων τοῖς μετέπειτα προφυλακτικὰς αὐτῶν δὴ τούτων τῶν δηλωθεισῶν
αἱρέσεων παρεῖχον ἐφόδους.
φησιν αὐτὸν εἰς μὲν τὸ εὐαγγέλιον τέσσαρα πρὸς τοῖς εἴκοσι συντάξαι βιβλία, προφήτας δὲ ἑαυτῷ ὀνομάσαι Βαρκαββᾶν καὶ Βαρκὼφ καὶ ἄλλους ἀνυπάρκτους τινὰς ἑαυτῷ συστησάμενον , βαρβάρους τε αὐτοῖς εἰς κατάπληξιν τῶν τὰ τοιαῦτα τεθηπότωυ
ἐπιφημίσαι προσηγορίας , διδάσκειν τε ἀδιαφορεῖ εἰδωλοθύτων ἀπογευομένους καὶ ἐξομνυμένους ἀπαραφυλάκτως τὴν πίστιν κατὰ τοὺς τῶν διωγμῶν καιροὺς, Πυθαγορικῶς τε τοῖς προσιοῦσιν αὐτῷ πενταέτη σιωπὴν παρακελεύεσθαι.
παραπλήσια ἀμφὶ τοῦ Βασιλείδου καταλέξας ὁ εἰρημένος οὐκ ἀγεννῶς τῆς δηλωθείσης αἱρέσεως εἰς προῦπτον ἐφώρασε τὴν πλάνην.
οἳ καὶ τοῦ Σίμωνος οὐχ ὡς ἐκεῖνος κρύβδην , ἀλλ’ 1 ἤδη καὶ εἰς φανερὸν τὰς μαγείας παραδιδόναι ἠξίουν, ὡς ἐπὶ μεγάλοις δὴ μονονουχὶ σεμνυνόμενοι τοῖς κατὰ περιεργίαν πρὸς αὐτῶν ἐπιτελουμένοις φίλτροις ὀνειροπομποῖς τε καὶ παρέδροις τισὶ δαίμοσι καὶ ἄλλαις ὁμοιοτρόποις τισὶν ἀγωγαῖς · τούτοις τε ἀκολούθως
πάντα δρᾶν χρῆναι διδάσκειν τὰ αἰσχρουργότατα τοὺς μέλλοντας εἰς τὸ τέλειον τῆς κατ’ αὐτοὺς μυσταγωγίας ἢ καὶ μᾶλλον μυσαροποιίας ἐλεύσεσθαι, ὡς μὴ ἂν ἄλλως ἐκφευξομένους τοὺς κοσμικοὺς, ὡς ἂν ἐκεῖνοι φαῖεν , ἄρχοντας) μὴ οὐχὶ πᾶσι τὰ δι’
ἀρρητοποιίας ἀπονείμαντας χρέα.
δυσφημίας περιουσίαν, τῆς ἐξ αὐτῶν φήμης εἰς τὴν τοῦ παντὸς ἔθνους Χριστιανῶν διαβολὴν καταχεομένης.
πρὸς μητέρας καὶ ἀδελφὰς μίξεσιν ἀνοσίαις τε τροφαῖς χρωμένων.
αὐτῆς ἐνεργείας ἀπελεγχόμενα τὰ τῶν ἐχθρῶν ἐπιτεχνήματα, ἄλλων ἐπ’ ἄλλαις αἱρέσεων καινοτομουμένων, ὑπορρεουσῶν ἀεὶ τῶν προτέρων καὶ εἰς πολυτρόπους καὶ πολυμόρφους ἰδέας ἄλλοτε ἄλλως φθειρομένων· προῄει δ’ εἰς αὔξην καὶ μέγεθος ἀεὶ
κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσα ἡ τῆς καθόλου καὶ μόνης ἀληθοῦς ἐκκλησίας λαμπρότης, τό τε σεμνὸν καὶ εἰλικρινὲς καὶ ἐλευθέριον τό τε σῶφρον καὶ καθαρὸν τῆς ἐνθέου πολιτείας τε καὶ φιλοσοφίας εἰς ἅπαν γένος ῾Ελλήνων τε καὶ βαρβάρων ἀποστίλβουσα.
τοῦ δόγματος διαβολὴ, ἔμενε δὲ μόνη ἄρα κρατοῦσ’ καὶ ἀνομολογουμένη τὰ μάλιστα διαπρέπειν ἐπὶ σεμνότητι καὶ σωφροσύνῃ θείοις τε καὶ φιλόσοφοι δόγμασιν ἡ καθ’ ἡμᾶς διδασκαλία, ὡς μηδένα τῶν εἰς νῦν αἰσχρὰν ἐπιφέρειν τολμᾶν κατὰ τῆς πίστεως
ἡμῶν δυσφημίαν, μηδέ τινα τοιαύτην διαβολὴν, οἵαις πάλαι πρότερον φίλον ἦν χρῆσθαι τοῖς καθ ἡμῶν ἐπισυνισταμένοις.
μόνον ἐλέγχων , ἀλλὰ καὶ δι’ ἐγγράφων ἀποδείξεων κατὰ τῶν ἀθέων αἱρέσεων στρατευομένους.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.