μνήμῃ τῆς ἱστορίας καταθέσθαι.
1 “καὶ πάσαις ταῖς κατὰ πάντα τόπον τῆς ἁγίας καθο “λικῆς ἐκκλησίας παροικίαις ἔλεος, εἰρήνη καὶ ἀγάκ “ θεοῦ πατρὸς καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πλν ‘θυνθείη. ἐγράψαμεν ὑμῖν , ἀδελφοὶ, τὰ κατὰ του
“ μαρτυρήσαντας καὶ τὸν μακάριον Πολύκαρπον, ὅστι ὥσπερ ἐπισφραγίσας διὰ τῆς μαρτυρίας αὐτοῦ κα τέπαυσε τὸν διωγμόν.”
νας ἐνεδείξαντο, διαγράφοντες. καταπλῆξαι γάρ φαο τοὺς ἐν κύκλῳ περιεστῶτας καὶ θεωμένους τοτὲ μὲ μάστιξι μέχρι καὶ τῶν ἐνδοτάτω φλεβῶν καὶ ἀρτηριῶν καταξαινομένους, ὡς ἤδη καὶ τὰ ἐν μυχοῖς ἀπόρρητα τοῦ σώματος σπλάγχνα τε αὐτῶν καὶ μέλη κατοπτεύεσθαι,
τοτὲ δὲ τοὺς ἀπὸ θαλάττης κήρυκας καί τινας ὀξεῖς ὀβελίσκους ὑποστρωννυμένους, καὶ διὰ παντὸς εἴδους κολάσεων καὶ βασάνων προϊόντας, καὶ τέλος θηρσὶν εἰς βορὰν παραδιδομένους.
κὸν, ὑπορρωννύντα σὺν θείᾳ χάριτι τὴν ἔμφυτο περὶ τὸν θάνατον τοῦ σώματος δειλίαν. βουλομένο γέ τοι τοῦ ἀνθυπάτου πείθειν αὐτὸν , προβαλλομε νου τε τὴν ἡλικίαν καὶ ἀντιβολοῦντος κομιδή νέο ὄντα καὶ ἀκμαῖον οἶκτον ἑαυτοῦ λαβεῖν , μὴ μελλη
σαι, προθύμως δὲ ἐπισπάσασθαι εἰς ἑαυτὸν τὸ θη ῥίον, μονονουχὶ βιασάμενον καὶ παροξύναντα, ὡς τάχιον τοῦ ἀδίκου καὶ ἀνόμου βίου αὐτῶν ἀπαλλα γείη.
τυρα καὶ τὴν καθόλου τοῦ γένους τῶν Χριστιανο ἀρετὴν, ἀθρόως ἐπιβοᾶν ἄρξασθαι “αἶρε τοὺς ἀθέους ζητείσθω Πολύκαρπος.’’
γραφῆς λόγος προπετέστερον, ἀλλ᾿ οὐ κατ᾿ εὐλάβειαν ἐπιπηδῆσαι τῷ δικαστηρίῳ σὺν ἑτέροις, ἁλόντα δ᾿ οὖν ὅμως καταφανὲς ὑπόδειγμα τοῖς πᾶσι παρασχεῖν, ὅτι μὴ δέοι τοῖς τοιούτοις ῥιψοκινδύνως καὶ ἀνευλαβῶς ἐπιτολμᾶν. ἀλλὰ ταύτῃ μὲν εἶχε πέρας τὰ κατὰ
τούτους.
ἂν ὑπεξέλθοι παρακαλοῦσι, προελθεῖν εἰς οὐ πόρρω διεστῶτα τῆς πόλεως ἀγρὸν, διατρίβειν τε σὺν ὀλιγοις ἐνταῦθα, νύκτωρ καὶ μεθ᾿ ἡμέραν οὔτε ἕτερον πράττοντα ἢ ταῖς πρὸς τὸν κύριον διακαρτεροῦντα εὐχαῖς, δι᾿ ὧν δεῖσθαι καὶ ἱκετεύειν, εἰρήνην ἐξαιτούμενον
ταῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐκκλησίαις· τοῦτο γὰρ καὶ εἶναι ἐκ τοῦ παντὸς αὐτῷ σύνηθες.
ἔξυπνον δὲ ἐπὶ τούτῳ γενόμενον εὐθὺς ὑφερμηνεῦσαι τοῖς παροῦσι τὸ φανὲν, μονονουχὶ τὸ μέλλον προθεσπίσαντα, σαφῶς τε ἀνειπόντα τοῖς ἀμφ᾿ αὐτὸν ὅτι δέοι αὐτὸν διὰ Χριστὸν πυρὶ τὴν ζωὴν μεταλλάξαι.
τῶν ἀναζητούντων αὐτὸν αὖθις πρὸς τῆς τῶν ἀδελφῶν διαθέσεως καὶ στοργῆς ἐκβεβιασμένον μεταβῆ- ναί φασιν ἐφ’ ἕτερον ἀγρὸν, ἔνθα μετ’οὐ πλεῖστον τοὺσ συνελαύνοντας ἐπελθεῖν, δύο δὲ τῶν αὐτόθι συλλαβεῖν παίδων, ὧν θάτερον αἰκισαμένους ἐπι– στῆναι δι’αὐτοῖ τῇ τοῦ Πολυκάρπου καταγωγῇ.
ὀψὲ δὲ τῆς ὥρας ἐπελθόντας αὐτὸν μὲν εὑρεῖν ἐν ὑπερᾠῳ κατακείμενον, ὅθεν δυνατὸν ὄν αὐτῷ ἐφ’ ἑτέραν μεταστῆναι οὀκίαν μὴ βεβουλῆσθαι, εἰπόντα “τὸ θέλημα τοῦ θεοῦ γινέσθω.”
εὖ μάλα φαιδρῷ καὶ πραοτάτῳ προσώπῳ, ὡς καὶ θαῦμα δοκεῖν ὁρᾶν τοὺς πάλαι τοῦ ἀνδρὸς ἀγνῶτας, ἐναποβλέποντας τῷ τῆς ἡλικίας αὐτοῦ παλαιῷ καὶ τῷ σεμνῷ καὶ εὐσταθεῖ τοῦ προσώπου, καὶ εἰ το– σαύτη γένοιτο σπουδὴ ὑπὲρ τοῦ τοιοῦτον συλληφθῆ–
ναι πρεσβύτην.
κυρίου, ὡς ἐκπληττεσθαι τοὺς παρόντας εὐχομένου αὐτοῦ ἀκροωμένους, πολλούς τε αὐτῶν μετανοεῖν ἤδη ἐπὶ τῷ τοιοῦτον ἀναιρεῖσθαι μέλλειν σεμνὸν καὶ θεοπρεπῆ πρεσβύτην,
“ἐπεὶ δέ ποτε κατέπαυσε τὴν προσευχὴν, μνημονεύ– “σας ἁπάντων καὶ τῶν πώποτε συμβεβληκότων αὐτῷ “μικρῶν τε καὶ μεγόλων, ἐνδόξων τε καὶ ἀδόξων, “καὶ πάσης τῆς κατὰ τὴν οἰκουμένην καθολικῆς “ἐκκλησίας, τῆς ὥρας ἐλθούσης τοῦ ἐξιέναι, ὄνῳ
“καθίσαντες αὐτὸν ἤγαγον εὶν πόλιν, ὄντος “σαββάτου μεγάλου, καὶ ὑπήντα αὐτῷ ὁ εἰρήναρ– “χος Ἡρώδης καὶ ὁ πατὴρ αὐτοῦ Νικήτης, οἳ καὶ “μεταθέντες αὐτὸν εἰς τὸ ὄχημα ἔπειθον παρακαθεζό- “ μενοι καὶ λέγοντες· τί γὰρ κακόν ἐστιν εἰπεῖν, κύριε ῾Καῖσαρ , καὶ θῦσαι καὶ διασώζεσθαι;
“δὲ ἀποτυχόντες τοῦ πεῖσαι αὐτὸν δεινὰ ῥήματα ἔλε- “γον, καὶ μετὰ σπουδῆς καθῄρουν , ὡς κατιόντα ἀπὸ “ τοῦ ὀχήματος ἀποσῦραι τὸ ἀντικνήμιον. ἀλλὰ γὰρ “μὴ ἐπιστραφεὶς , οἷα μηδὲν πεπονθὼς , προθύμως “μετὰ σπουδῆς ἐπορεύετο , ἀγόμενος εἰς τὸ στάδιον.
“
ἕτερα τούτοις ἀκόλουθα, ἃ σύνηθες αὐτοῖς λέγειν ἐστίν ῾ὄμοσον τὴν Καίσαρος τύχην , μετανόησον εἶ- ‘πον· ‘αἶρε τοὺς ἀθέους.’
τε καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν εἶπεν ῾ αἶρε τοὺς ἀθέους.’
βλασφημῆσαι τὸν βασιλέα μου, τὸν σώσαντά με;
“τοῦ Χριστιανισμοῦ μαθεῖν λόγον , δὸς ἡμέραν κα ‘ἄκουσον.’
“σαν ἡμᾶς ἀπονέμειν, ἐκείνους δὲ οὐκ ἀξίους ἡγοῦμα “τοῦ ἀπολογεῖσθαι αὐτοῖς.’
“ μετατίθεσθαι ἀπὸ τῶν χαλεπῶν ἐπὶ τὰ δίκαια.’
“τὸ τῆς μελλούσης κρίσεως καὶ αἰωνίου κολάσεως τοῖ “ἀσεβέσι τηρούμενον πῦρ. ἀλλὰ τί βραδύνεις ; φέρ “ἃ βούλει.’
“σεῖν ταραχθέντα ὑπὸ τῶν λεγομένων πρὸς αὐτὸν “ἀλλὰ τοὐναντίαν τὸν ἀνθύπατον ἐκστῆναι, πέμψα “ τε τὸν κήρυκα καὶ ἐν μέσῳ τῷ σταδίῳ κηρῦξαι τρὶ Πολύκαρπος ὡμολόγησεν ἑαυτὸν Χριστιανὸν εἶναι “
“θος τῶν ἐθνῶν τε καὶ Ἰουδαίων τῶν τὴν Σμύρνα “ κατοικούντων ἀκατασχέτῳ θυμῷ καὶ μεγάλῃ φων “ ἐβόα οὗτός ἐστιν ὁ τῆς Ἀσίας διδάσκαλος , ὁ πατη “τῶν Χριστιανῶν, ὁ τῶν ἡμετέρων θεῶν καθαιρέ- “της, ὁ πολλοὺς διδάσκων μὴ θύειν μηδὲ προσκυ- “νεῖν.᾿
“ρώκει τὰ κυνηγέσια. τότε ἔδοξεν αὐτοῖς ὁμοθυμα- “δὸν ἐπιβοῆσαι, ὥστε ζῶντα τὸν Πολύκαρπον κατα- “καῦσαι.
“φεὶς τοῖς μετ᾿ αὐτοῦ πιστοῖς προφητικῶς ῾δεῖ με “ζῶντα κατακαῆναι.᾿
“δαίων προθύμως, ὡς ἔθος αὐτοῖς, εἰς ταῦτα ὑπουρ- “γούντων.
“ὅστις τάχιον τοῦ χρωτὸς αὐτοῦ ἐφάψηται· ἐν παντὶ “γὰρ ἀγαθῆς ἕνεκεν πολιτείας καὶ πρὸ τῆς πολιᾶς “ἐκεκόσμητο.
“ὁ γὰρ διδοὺς ὑπομεῖναι τὸ πῦρ δώσει καὶ χωρὶς τῆς “ὑμετέρας ἐκ τῶν ἥλων ἀσφαλείας ἀσκύλτως ἐπιμεῖ- “ναι τῇ πυρᾷ.᾿ οἱ δὲ οὐ καθήλωσαν, προσέδησαν δὲ “αὐτόν.
“ἐκ μεγάλου ποιμνίου ὁλοκαύτωμα δεκτὸν θεῷ παν- “τοκράτορι, εἶπεν
“ὅτι ἠξίωσάς με τῆς ἡμέρας καὶ ὥρας ταύτης, το “λαβεῖν μέρος ἐν ἀριθμῷ τῶν μαρτύρων, ἐν τῷ ποτη ῾ρίῳ τοῦ Χριστοῦ , εἰς ἀνάστασιν ζωῆς αἰωνίου ψυ “ χῆς τε καὶ σώματος, ἐν ἀφθαρσίᾳ πνεύματος ἁγίον “
“ θυσίᾳ πίονι καὶ προσδεκτῇ, καθὼς “ προφανερώσας καὶ πληρώσας ὁ ἀψευδὴς καὶ ἀληθι “νὸς θεός.
“σοι σὺν αὐτῷ ἐν πνεύματι ἁγίῳ δόξα, καὶ νῦν καὶ εἰ “ τοὺς μέλλοντας αἰῶνας, ἀμήν.’
“ οἳ καὶ ἐτηρήθησαν εἰς τὸ ἀναγγεῖλαι τοῖς λοιποῖς γενόμενα.
“καὶ ἄργυρος ἐν καμίνῳ πυρούμενος. καὶ γὰρ εὐα “ δίας τοιαύτης ἀντελαβόμεθα, ὡς λιβανωτοῦ πνέοη “τος ἢ ἄλλου τινὸς τῶν τιμίων ἀρωμάτων.
“θόντα αὐτῷ κομφἐκτορα παραβῦσαι τὸ ξίφος.
“ἀφῆκεν ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἐτελειώθη καὶ “τελειωθήσεται.
῾τῆς ἀφθαρσίας στέφανον καὶ βραβεῖον ἀναντίρρη- “ ’τον ἀπενηνεγμένον , ἐπετήδευσεν ὡς μηδὲ τὸ σω- “μάτιον αὐτοῦ ὑφ’ ἡμῶν ληφθείη, καίπερ πολλῶν ἐπιθυμούντων τοῦτο ποιῆσαι, καὶ κοινωνῆσαι τῷ ἁγίῳ αὐτοῦ σαρκίῳ.
“κήτην, τὸν τοῦ Ἡρώδου πατέρα, ἀδελφὸν Ἄλκης, “ ἐντυχεῖν τῷ ἡγεμόνι, ὥστε μὴ δοῦναι αὐτοῦ τὸ σῶμα, μὴ, φησὶν, ἀφέντες τὸν ἐσταυρωμένον, τοῦ- “τον ἄρξωνται σέβειν. καὶ ταῦτα εἶπον ὑποβαλόντων καὶ ἐνισχυσάντων τῶν Ἰουδαίων, οἳ καὶ ἐτήρησαν
μελλόντων ἡμῶν ἐκ τοῦ πυρὸς αὐτὸν λαμβάνειν, ἀγνοοῦντες ὅτι οὔτε τὸν Χριστόν ποτε καταλιπεῖν “ δυνησόμεθα , τὸν ὑπὲρ τῆς τοῦ παντὸς κόσμου τῶν σωζομένων σωτηρίας παθόντα, οὔτε ἕτερόν τινα σέβειν.
κυνοῦμεν, τοὺς δὲ μάρτυρας ὡς μαθητὰς καὶ μιμητὰς τοῦ κυρίου ἀγαπῶμεν ἀξίως , ἕνεκα εὐνοίας ἀνυπερβλήτου τῆς εἰς τὸν ἴδιον βασιλέα καὶ διδάσκαλον· ὡν γένοιτο καὶ ἡμᾶς συγκοινωνούς τε καὶ “ συμμαθητὰς γενέσθαι.
τὴν τῶν Ἰουδαίων γενομένην φιλονεικίαν , θεὶς αὐτὸν ἐν μέσῳ, ὡς ἔθος αὐτοῖς, ἔκαυσεν. οὕτως τε “ἡμεῖς ὕστερον ἀνελόμενοι τὰ τιμιώτερα λίθων πο- “λυτελῶν καὶ δοκιμώτερα ὑπὲρ χρυσίον ὀστᾶ αὐτου “ ἀπεθέμεθα ὅπου καὶ ἀκόλουθον ἦν.
“παρέξει ὁ κύριος ἐπιτελεῖν τὴν τοῦ μαρτυρίου αὐτου “ἡμέραν γενέθλιον , εἴς τε τὴν τῶν προηθληκότων “ μνήμην καὶ τῶν μελλόντων ἄσκησίν τε καὶ ἑτοιμα- “σίαν.
“Σμύρνῃ μαρτυρήσαντα, ὃς μόνος ὑπὸ πάντων μᾶλ- “λον μνημονεύεται, ὡς καὶ ὑπὸ τῶν ἐθνῶν ἐν παντὶ “τόπῳ λαλεῖσθαι.”
ἀδελφῶν τὴν ἱστορίαν ἐν ᾗ δεδηλώκαμεν αὐτῶν ἐπιστολῇ κατατεθειμένων. ἐν τῇ αὐτῆ̣ δὲ περὶ αὐτο(??) γραφῇ καὶ ἄλλα μαρτύρια συνῆπτο κατὰ τὴν αὐτὴν Σμύρναν πεπραγμένα ὑπὸ τὴν αὐτὴν περίοδον του χρόνου τῆς τοῦ Πολυκάρπου μαρτυρίας, μεθ’ ὧν καὶ
Μητρόδωρος τῆς κατὰ Μαρκίωνα πλάνης πρεσβύτερος δὴ εἶναι δοκῶν πυρὶ παραδοθεὶς ἀνῄρηται.
τοῦ δήμου καὶ τῶν ἀρχόντων ἀπολογίας , διδασκαλικάς τε δημηγορίας, καὶ ἔτι τὰς πρὸς τοὺς ὑποπεπτωκότας τῷ κατὰ τὸν διωγμὸν πειρασμῷ δεξιώσεις, παραμυθίας τε ἃς ἐπὶ τῆς εἱρκτῆς τοῖς παρ’ αὐτὸν εἰσαφικνουμένοις ἀδελφοῖς παρετίθετο, ἅς τε ἐπὶ
τούτοις ὑπέμεινε βασάνους τε καὶ τὰς ἐπὶ ταύταις ἀλγηδόνας καθηλώσεις τε, καὶ τὴν ἐπὶ τῆς πυρᾶς καρτερίαν, τήν τε ἐφ’ ἅπασι τοῖς παραδόξοις αὐτοῦ τελευτὴν πληρέστατα τῆς περὶ αὐτοῦ γραφῆς περιεχούσης, τοὺς οἷς φίλον ἐπὶ ταύτην ἀναπέμψομεν, τοῖς τῶν ἀρχαίων συναχθεῖσιν ἡμῖν μαρτυρίοις ἐντεταγμένην.
Κάρπου καὶ Παπύλου καὶ γυναικὸς Ἀγαθονίκης, μετὰ πλείστας καὶ διαπρεπεῖς ὁμολογίας ἐπιδόξως τετελειωμένων.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.