ὑπηρετῶν τῆς ἐνθέσμου καὶ τὰς ἁγιωτάτης καθολικῆς θρησκείας εἰς ἀναλώματα ἐπιχορηγηθῆναί τι, ἔδωκα γράμματα πρὸς Οὖρσον τὸν διασημότατον καθολικὸν τῆς Ἀφρικῆς, καὶ ἐδήλωσα αὐτῷ, ὅπως τρισχιλίους φόλλειςτῇ σῇ στερρότητι ἀπαριθμῆσαι φροντίςῃ.
τὴν εἰς τοῦτο περὶ ἅπαντας αὐτοὺς προαίρεσιν ἐνδεῖν τι καταμάθοις, παρὰ Ἡρακλείδα τοῦ ἐπιτρόπου τῶν ἡμετέρων κτημάτων ἀναμφιλίκτως ὅπερ ἀναγκαῖον εἶναι καταμάθοις αἰτῆσαι ὀφείλεις. καὶ γὰρ παρόντι αὐτῷ προσέταξα, ἵν’ εἴ τι ἄν χρημάτων παρ
αὐτοῦ ἡ σὴ στερρότης αἰτήςῃ, ἄνευ δισταγμοῦ τινὸς ἀπαριθμῆσαι φροντίςῃ.
γίνωσκέ με Ἀνυλίνῳ ἀνθυπάτῳ, ἀλλὰ μὴν καὶ Πατρικίῳ τῲ οὐικαρίῳ τῶν ἐπάρχων παροῦσι ροιαύτας ἐντολὰς δεδωκέναι, ἴν’ ἐν τοῖς λοιποῖς ἅπασι καὶ τούτου μάλιστα τὴν προσήκουσαν φροντίδα ποιήσωνται, καὶ μὴ ἀνάσχωνται περιορᾶν τοιοῦτο γινόμενον.
τοῖς προειρημένοις δικασταῖς πρόσελθε, καὶ αὐτὸ τοῦτο προσανένεγκε, ὅπως αὐτοὺς ἐκεῖνοι, καθάπερ αὐτοῖς παροῦσιν ἐκέλευσα, ἐπιστρέψωσιν. ἡ θειότης τοῦ μεγάλου θεοῦ σε διαφυλάξοι ἐπὶ πολλοῖς ἔτεσιν.”
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.