ἕκαστος ἀγνοίᾳ τἀληθοῦς εὑρησιλογεῖν εἰς τοὺς τόπος πεφιλοτίμηται, φέρε καὶ τὴν περὶ τούτων κατελθοῦσαν εἰς ἡμᾶς ἱστορίαν παραθώμεθα, ἣν δι’ ἐπιστολῆς Ἀριστείδῃ γράφων περὶ συμφωνίας τῆς ἐν τοῖς εὐαγγελίοις γενεαλογίας ὁ μικρῷ πρόσθεν ἡμῖν
δηλωθεὶς Ἀφρικανὸς ἐμνημόνευσε,
“στάσει ἐμιμοῦντο θνητῇ, ἵνα ἀνέκλειπτον τὸ ὄνομα “μείνῃ τοῦ μετηλλαχότος)·
“μνήμη, καὶ τῶν γεγεννηκότων καὶ τῶν ὡς γεγεν- “νηκότων.
“γαμίαις καὶ ἀναστάσει σπερμάτων, ὡς δικαίως τοὺς “αὐτοὺς ἄλλοτε ἄλλων νομίζεσθαι, τῶν μὲν δοκούν- “των πατέρων, τῶν δὲ ὑπαρχόντων· ὡς ἀμφοτέρας “τὰς διηγήσεις κυρίως ἀληθεῖς οὔσας ἐπὶ τὸν Ἰωσὴφ “πολυπλόκως μὲν, ἀλλ᾿ ἀκριβῶς κατελθεῖν.
“δὲ σαφὲς ᾖ τὸ λεγόμενον, τὴν ἐπαλλαγὴν τῶν γενῶν “διηγήσομαι. ἀπὸ τοῦ Δαβὶδ διὰ Σολομῶνος τὰς γε- “νεὰς καταριθμουμένοις τρίτος ἀπὸ τέλους εὑρίσκεται “Ματθὰν, ὃς ἐγέννησε τὸν Ἰακὼβ τοῦ Ἰωσὴφ τὸν “πατέρα· ἀπὸ δὲ Νάθαν τοῦ Δαβὶδ κατὰ Λουκᾶν
“ὁμοίως τρίτος ἀπὸ τέλους Μελχὶ, οὗ υἱὸς ὁ Ἡλὶ ὁ “τοῦ Ἰωσὴφ πατήρ· Ἰωσὴφ γὰρ υἱὸς Ἡλὶ τοῦ Μελχί. “
2 “ἑκάτερος κατάγοντες τὸ γένος, ὅπως τε πρότερον “οὗτιο δὴ ὅ τε Ἰακὼβ καὶ ὁ Ἡλὶ δύο ἀδελφοὶ, καὶ πρό “γε, πῶς οἱ τούτων πατέρες Ματθὰν καὶ Μελχὶ δια- “φόρων ὄντες γενῶν τοῦ Ἰωσὴφ ἀναφαίνονται πάπ-
“ποι.
“(τοῦτο γὰρ καλεῖσθαι τὴν γυναῖκα παραδέδοται) “πρῶτος Ματθὰν ὁ ἀπὸ τοῦ Σολομῶνος τὸ γένος κατά- “γων τὸν Ἰακὼβ γεννᾷ· καὶ τελευτήσαντος τοῦ Ματ- “θὰν Μελχὶ ὁ ἐπὶ τὸν Νάθαν κατὰ γένος ἀναφερό- “μενος χηρεύουσαν ἐκ μὲν τῆς αὐτῆς φυλῆς, ἐξ ἄλλου
“δὲ γένους ὢν, ὡς προεῖπον, ἀγαγόμενος αὐτὴν ἔσχεν “υἱὸν τὸν Ἡλί.
“νησεν ἐξ αὐτῆς τρίτον τὸν Ἰωσὴφ, κατὰ φύσιν μὲν “ἑαυτῷ καὶ κατὰ λόγον· διὸ καὶ γέγραπται ῾Ἰακὼβ “δὲ ἐγέννησε τὸν Ἰωσήφ,’ κατὰ νόμον δὲ τοῦ Ἡλὶ “υἱὸς ἦν· ἐκείνῳ γὰρ ὁ Ἰακὼβ ἀδελφὸς ὢν ἀνέστησ᾿ “σπέρμα.
“αὐτὸν γενεαλογία, ἣν Ματθαῖος μὲν ὁ εὐαγγελιστης “ἐξαριθμούμενος ῾Ἰακὼβ δὲ᾿ φησίν ῾ ἐγέννησε τὸν “Ἰωσήφ·’ ὁ δὲ Λουκᾶς ἀνάπαλιν ῾ὃς ἦν υἱὸς , ὡς “ἐνομίζετο (καὶ γὰρ τοῦτο προστίθησι) τοῦ Ἰωσὴφ “τοῦ Ἡλὶ τοῦ Μελχί·᾿ τὴν γὰρ κατὰ νόμον γένεσιν
“ἐπισημότερον οὐκ ἦν ἐξειπεῖν. καὶ τὸ “ἐγέννησεν” 3 “ἐπὶ τῆς τοιᾶσδε παιδοποιίας ἄχρι τέλους ἐσιώπησε, “τὴν ἀναφορὰν ποιησάμενος ἕως τοῦ Ἀδὰμ τοῦ θεοῦ “κατ᾿ ἀνάλυσιν.
“ἐκδιδάσκοντες, πάντως δὲ ἀληθεύοντες, παρέδοσαν “καὶ ταῦτα, ὡς Ἰδουμαῖοι λῃσταὶ Ἀσκάλωνι πόλει τῆς “Παλαιστίνης ἐπελθόντες ἐξ εἰδωλείου Ἀπόλλωνος, ὃ “πρὸς τοῖς τείχεσιν ἵδρυτο, Ἀντίπατρον Ἡρώδου τινὸς “ἱεροδούλου παῖδα πρὸς τοῖς ἄλλοις σύλοις αἰχμάλω-
“τον ἀπῆγον, τῷ δὲ λύτρα ὑπὲρ τοῦ υἱοῦ καταθέσθαι “μὴ δύνασθαι τὸν ἱερέα ὁ Ἀντίπατρος τοῖς τῶν Ἰδου- “μαίων ἔθεσιν ἐντραφεὶς ὕστερον Ὑρκανῷ φιλοῦται “τῷ τῆς Ἰουδαίας ἀρχιερεῖ.
“ἐλευθερώσας αὐτῷ ὑπὸ Ἀριστοβούλου τοῦ ἀδελφοῦ “περικοπτομένην, αὐτὸς ηὐτύχησεν ἐπιμελητὴς τῆς “Παλαιστίνης χρηματίσας· διαδέχεται δὲ τὸν Ἀντί- “πατρον φθόνῳ τῆς πολλῆς εὐτυχίας δολοφονηθέντα “υἱὸς Ἡρώδης, ὃς ὕστερον ὑπ᾿ Ἀντωνίου καὶ τοῦ
“Αὐγούστου συγκλήτου δόγματι τῶν Ἰουδαίων ἐκρίθη “βασιλεύειν· οὗ παῖδες Ἡρώδης οἵ τ᾿ ἄλλοι τετράρ- “χαι. ταῦτα μὲν δὴ κοινὰ καὶ ταῖς Ἑλλήνων ἱστο- “ρίαις.
“λύτων ἀναφερομένων ἕως Ἀχιὼρ τοῦ Ἀμμανίτου καὶ “῾Ροὺθ τῆς Μωαβίτιδος, τῶν τε ἀπ᾿ Αἰγύπτου συνεκ- “πεσόντων ἐπιμίκτων, ὁ Ἡρώδης οὐδέν τι συμβαλ- “λομένου τοῦ τῶν Ἰσραηλιτῶν γένους αὐτῷ, καὶ τῷ “συνειδότι τῆς δυσγενείας κρουόμενος, ἐνέπρησεν αὐ-
“τῶν τὰς ἀναγραφὰς τῶν γενῶν, οἰόμενος εὐγενὴς “ἀναφανεῖσθαι τῷ μηδὲ ἄλλον ἔχειν ἐκ δημοσίου συγ- “ γραφῆς τὸ γένος ἀνάγειν ἐπὶ τοὺς πατριάρχας ἢ “ προσηλύτους , τούς τε καλουμένους γειώρας τοὺς “ ἐπιμίκτους.
“ἢ ἄλλως ἔχοντες ἐξ ἀντ’ ἀντιγράφων, ἐναβρύνονται, σωζομένης τῇ μνήμῃ τῆς εὐγενείας· ὣν ἐτύγχανον οἶ “ προειρημένοι δεσπόσυνοι καλούμενοι , διὰ τὴν πρὸς “ τὸ σωτήριον γένος συνάφειαν , ἀπό τε Ναζάρων καὶ Κωχαβὰ κωμῶν Ἰουδαϊκῶν τῇ λοιπῇ γῇ
“σαντες, καὶ τὴν προκειμένην γενεαλογίαν ** ἐκ τε τῆς “ βίβλου τῶν ἡμερῶν εἰς ὅσον ἐξικνοῦντο εξηγησά- “ μένοι.
“ αὕτη μελέτω, εἰ καὶ μὴ ἐμμάρτυρός ἐστι, τῷ “ μὴ κρείττονα ἢ ἀληθεστέραν ἔχειν εἰπεῖν. τό γέ τοι εὐαγγέλιον πάντως ἀληθεύει.’’
ἀποθανόντος Μελχὶ ὁ ἀπὸ Νάθαν ἐκ τῆς αὐτῆς γυ- “ναικὸς ἐγέννησε τὸν Ἠλὶ. ὁμομήτριοι ἄρα ἀδελφοὶ “Ἡλὶ καὶ Ἰακώβ. Ἠλὶ ἀτέκνου ἀποθανόντος ὁ Ἰακὼβ “ἀνέστησεν αὐτῷ σπέρμα, γεννήσας τὸν Ἰωσὴφ, κατὰ “ φύσιν μὲν ἑαυτῷ, κατὰ νόμον δὲ τῷ Ἡλί. οὕτως
“ ἀμφοτέρων υἱὸς ἦν ὁ Ἰωσήφ.’’ τοσαῦτα ὁ ᾿Αφρικανός.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.