εἰς πάντας ἀνθρώπους τῆς παραδοξοποιοῦ δυνάμεως ἕνεκεν βοωμένη , μυρίους ὅσους καὶ τῶν ἐπ’ άλλοδαπῆς πορρωτάτω τε τῆς Ἰουδαίας νόσων καὶ παντοίων παθῶν ἐλπίδι θεραπείας ἐπήγετο.
δυναστεύων , πάθει τὸ σῶμα δεινῷ καὶ οὐ θεραπευτῷ ὅσον ἐπ’ ἀνθρωπείᾳ δυνάμει καταφθει- ρόμενος , ὡς καὶ τοὔνομα τοῦ Ἰησοῦ πολὺ καὶ τὰς δυνάμεις συμφώνως πρὸς ἁπάντων μαρτυρουμένας ἐπύθετο, ἱκέτης αὐτοῦ πέμψας δι’ ἐπιστοληφόρου γίνεται,
τῆς νόσου τυχεῖν ἀπαλλαγῆς ἀξιῶν.
εἰς μακε`ν δὲ ἄρα αὐτῷ ἐπληροῦτο τὰ τῆς ἐπαγγε- λίας. μετὰ γοῦν τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον Θωμᾶς, τῶν ἀποστόλων εἶς τῶν δώδεκα, Θαδδαῖον, ἐν ἀριθμῷ καὶ αὐτὸν τῶν ἑβδο- μήκοντα τοῦ Χριστοῦ μαθητῶν κατειλεγμένον , κινήσει
θειοτέρᾳ ἐπὶ τὴν Ἒδεσσαν κήρυκα καὶ εὐαγγελιστὴν τῆς περὶ τοῦ Χριστοῦ διδασκαλίας ἐκπέμπει, πάντα τε δι’ αὐτοῦ τὰ τῆς τοῦ σωτῆρος ἡμῶν τέλος ἐλάμβανεν ἐπαγγελίας.
βασιλευομένην πόλιν γραμματοφυλακείων ληφθεῖσαν. ἐν γοῦν τοῖς αὐτόθι δημοσίοις χάρταις, τοῖς τὰ παλαιὰ καὶ τὰ ἀμφὶ τὸν Ἄβγαρον πραχθέντα περιέχουσι, καὶ ταῦτα εἰσέτι νῦν ἐξ ἐκείνου πεφυλαγμένα εὕρηται- οὐδὲν δὲ οἷον καὶ αὐτῶν ἀπακοῦσαι τῶν ἐπιστολῶν, ἀπὸ τῶν ἀρχείων ἡμῖν ἀναληφθεισῶν, καὶ τόνδε αὐ-
τοῖς ῥήμασιν ἐκ τῆς Σύρων φωνῆς μεταβληθειῶν τὸν τρόπον.
“περιπατεπῖν, καὶ λεπροὺς ἀναβλέπειν ποιεῖς, χωλοὺς “πνεύματα καὶ δαίμονας ἐκβάλλεις, καὶ τοὺς ἐν μα- “κρονοσίᾶ βασανιζομένους θεραπεύεις, καὶ νεκροὺς “ἐγείρεις.
“καὶ καταβὰς ἀπὸ τοῦ οὐρανοῦ ποιεῖς ταῦτα, ἢ υἱὸς “εἶ τοῦ θεοῦ ποιῶν ταῦτα.
“δὲ μικροτάτη μοί ἐστι καὶ σεμνὴ, ἥτις ἐξαρκεῖ ἀμφο- “τέροις.”
ἀποσταλείσης ἀπακοῦσαι ὀλιγοστίχου μὲν, πολυδυνάμου δὲ ἐπιστολῆς, τοῦτον ἐχούσης καὶ αὐτῆς τὸν τρόπον.]
“με μὴ πιστεύσειν μοι, καὶ ἵνα οἱ μὴ ἑωρακότες αὐ- “τοὶ πιστεύσωσι καὶ ζήσωνται. περὶ δὲ οὗ ἔργαψάς “μοι ἐλθεῖν πρὸς σὲ, δέον ἐστὶ πάντα, δι᾿ ἃ ἀπεστά- “λην, ἐνταῦθα πληρῶσαί με, καὶ μετὰ τὸ πληρῶσαι “οὕτως ἀναληφθῆναι πρὸς τὸν ἀποστείλαντά με. καὶ
“ἐπειδὰν ἀναληφθῶ, ἀποστελῶ σοί τινα τῶν μαθητῶν “μου, ἵνα ἰάσηταί σου τὸ πάθος καὶ ζωήν σοι καὶ “τοῖς σὺν σοὶ παράσχηται.”
Ἰησοῦν ἀπέστειλεν αὐτῷ Ἰούδας ὁ καὶ Θωμᾶς Θαδδαῖον ἀπόστολον, ἕνα τῶν ἑβδομήκοντα· ὃς ἐλθὼν κατέμενε πρὸς Τωβίαν τὸν τοῦ Τωβία. ὡς δὲ ἠκούσθη περὶ αὐτοῦ, ἐμηνύθη τῷ Ἀβγάρῳ ὅτι ἐλήλυθεν ἐνταῦθα ἀπόστολος τοῦ Ἰησοῦ, καθὰ ἐπέστειλέ σοι.
ἐπέστειλε λέγων, ἐπειδὰν ἀναληφθῶ, ἀποστελῶ σοί τινα τῶν μαθητῶν μου, ὃς τὸ πάθος σου ἰάσετει.
ἐλθὼν δὲ ὁ Τωβίας παρὰ Θαδδαίῳ εἶπεν αὐτῷ, ὁ τοπάρχης Ἄβγαρος μετακαλεσάμενός με εἶπεν ἀναγα- γεῖν σε παρ’ αὐτῷ, ἔνα θεραπεύσῃς αὐτοῦ τὸ πάθος. καὶ ὁ Θαδδαῖος, ἀναβαίνω , ἔφη, ἐπειδήπερ δυνάμει παρ’ αὐτῷ ἀπέσταλμαι.
Ἄβγαρον· ὡς δὲ ἀνέβη, παρόντων καὶ ἑστώτων τῶν μεγιστάνων αὐτοῦ , παραχρῆμα ἐν τῷ εἰσιέναι αὐτὸν ὅραμα μέγα ἐφάνη τῷ Ἀβγάρῳ ἐν τῷ προσώπῳ τοῦ ἀποστόλου Θαδδαίου. ὅπερ ἰδὼν Ἄβγαρος προσεκύνησε τῷ Θαδδαίῳ, θαῦμά τε ἔσχε πάντας τοὺς περιεστῶτας·
αὐτοὶ γὰρ οὐχ ἑωράκεσαν τὸ ὅραμα, ὃ μόνῳ τῷ Ἀβγάρῳ ἐφάνη.
ὁ Θαδδαῖος ἔφη “ ἐπεὶ μεγάλως πεπίστευκας εἰς τὸν ἀποστείλαντά με, διὰ τοῦτο ἀπεστάλην πρὸς σέ. καὶ πάλιν ἐὰν πιστεύσῃς ἐν αὐτῷ, ὡς ἂν πιστεύσῃς ἔσται σοι τὰ αἰτήματα τῆς καρδίας σου.
καὶ τοὺς Ἰουδαίους τοὺς σταυρώσαντας αὐτὸν βουλη- θῆναι δύναμιν παραλαβὼν κατακόψαι, εἰ μὴ διὰ τὴν βασιλείαν τὴν Ῥωμαίων ἀνεκόπην τούτου.’ καὶ ὁ Θαδδαῖοςδ εἶπεν “ ὁ κύριος ἡμῶν τὸ θέλημα τοῦ πατρὸς αὐτοῦ πεπλήρωκε , καὶ πληρώσας ἀνελήφθη πρὸς τὸν
πατέρα. ”
ἐθαύμασέ τε ὁ Ἄβγαρος , ὅτι καθὼς ἤκουσται αὐτῷ περὶ τοῦ Ἰησοῦ, οὕτως τοῖς ἔργοις παρέλαβε διὰ τοῦ μαθητοῦ αὐτοῦ Θαδδαίου, ὃς αὐτὸν ἄνευ φαρμακείας καὶ βοτανῶν ἐθεράπευσεν, καὶ οὐ μόνον, ἀλλὰ καὶ Ἄβδον τὸν τοῦ Ἄβδου ποδάγραν ἔχοντα, ὃς καὶ αὐτὸς προσελθὼν ὑπὸ τοὺς πόδας αὐτοῦ ἔπεσεν, εὐχάς τε διὰ χειρὸς λαβὼν ἐθεραπεύθη · πολλούς τε ἄλλους συμπολίτας αὐτῶν ὁ αὐτὸς ἰάσατο , θαυμαστὰ καὶ
μεγάλα ποιῶν , καὶ κηρύσσων τὸν λόγον τοῦ θεοῦ.
περὶ τῆς δυνάμεως αὐτοῦ, καὶ ἐν ποίᾳ δυνάμει ταῦτα ἐποίει, ἅτινα ἠκούσαμεν.’’
καὶ σπερῶ ἐν αὐτοῖς τὸν λόγον τῆς ζωῆς, περί τε τῆς ἐλεύσεως τοῦ Ἰησοῦ καθὼς ἐγένετο; καὶ περὶ τῆς ἀποστολῆς αὐτοῦ, καὶ ἕνεκα τίνος ἀπεστάλη ὑπὸ τοῦ πατρὸς , καὶ περὶ τῆς δυνάμεως τῶν ἔργων αὐτοῦ, καὶ μυστηρίων ὧν ἐλάλησεν ἐν τῷ κόσμῳ, καὶ ποίᾳ
δυνάμει ταῦτα ἐποίει, καὶ περὶ τῆς καινῆς αὐτοῦ κηρύξεως , καὶ περὶ τῆς σμικρότητος καὶ περὶ τῆς ταπεινώσεως αὐτοῦ, καὶ πῶς ἐταπείνωσεν ἑαυτὸν καὶ ἀπέθανε καὶ ἐσμίκρυνεν αὐτοῦ τὴν θεότητα καὶ ἐσταυρώθη, καὶ κατέβη εἰς τὸν Ἃιδην, καὶ διέσχισε φραγμὸν
τὸν ἐξ αἰῶνος μὴ σχισθέντα , καὶ ἀνήγαγεν νεκρούς· καταβὰς γὰρ μόνος συνήγειρεν πολλοὺς , εἶθ’ οὕτως ἀνέβη πρὸς τὸν πατέρα αὐτοῦ.
προσέταξεν αὐτῷ δοθῆναι χρυσὸν καὶ ἄσημον. ὁ δὲ οὐκ ἐδέξατο εἰπών “ εἰ τὰ ἡμέτερα καταλελοίπαμεν, πῶς τὰ ἀλλότρια ληψόμεθα;”
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.