Χριστιανῶν δογματίζομεν, ἔνα τοὺς τόπους αὐτῶν, εἰς οὓς τὸ πρότερον συνέρχεσθαι ἔθος ἢν αὐτοῖς, περὶ ὧν καὶ τοῖς πρότερον δοθεῖσι πρὸς τὴν σὴν καθοσίωσιν γράμμασι τύπος ἕτερος ἦν ὡρισμένος τῷ προτέρῳ χρόνῳ, ἔν’, εἴ τινες ἢ παρὰ τοῦ ταμείου τοῦ ἡμετέρου, ἢ παρά τινος ἑτέρου φαίνοιντο ἠγορακότες τούτους, τοῖς αὐτοῖς Χριστιανοῖς ἄνευ ἀργυρίου καὶ ἄνευ τινὸς ἀπαιτήσεως τῆς τιμῆς ὑπερτεθείσης,
δίχα πάσης ἀμελείας καὶ ἀμφιβολίας, ἀποκαταστήσωσι· καὶ εἴ τινες κατὰ δῶρον τυγχάνουσιν εἰληφότες τοὺς αὐτοὺς τόπους, ὅπως τοῖς αὐτοῖς Χριστιανοῖς τὴν ταχίστην ἀποκαταστήσωσιν·
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.