μετὰ δέκα ἐπισκόπων, τῶν αὐτὸν εὐθύνειν δοκούντων, καὶ δέκα ἑτέρων οὓς αὐτὸς τῇ ἑαυτοῦ δίκῃ ἀναγκαίους ὑπολάβοι, εἰς τὴν ῾Ρώμην πλῷ ἀπιέναι μὴ ἀναβάλοιτο, ἵν᾿ ἐκεῖσε ὑμῶν παρόντων, ἀλλὰ μὴν καὶ ῾Ρετεκίου καὶ Ματέρνου καὶ Μαρίνου, τῶν
κολλήγων ὑμῶν, οὓς τούτου ἕνεκεν εἰς τὴν ῾Ρώμην προσέταξα ἐπισπεῦσαι, δυνηθῇ ἀκουσθῆναι, ὡς ἂν καταμάθοιτε τῷ σεβασμιωτάτῳ νόμῳ ἁρμόττειν.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.