παισὶ καὶ γυναιξὶ, μικροὶ καὶ μεγάλοι, πάντες ἀθρόως ἐν ἐνὶ πνεύματι καὶ μιᾷ ψυχῇ μὴ διαλίπωμεν ἐξομολογούμενοι, καὶ τὸν τῶν τοσούτων ἡμῖν ἀγαθῶν παραίτιον ἀνευφημοῦντες, “τὸν εὐιλατεύοντα πάσαις ταῖς ἀνομίαις ἡμῶν, τὸν ἰώμενον πάσας τὰς νόσους
ἡμῶν, τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν, τὸν στεφανοῦντα ἡμάς ἐν ἐλέει καὶ οἰκτιρμοῖς, τὸν ἐμπιμπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν ἡμῶν, ὅτι οὐ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἀνομίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν, ὅτι καθ’
ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ’ ἡμῶν τὰς ἀνομίας ἡμῶν· καθὼς οἰκτείρει πατὴρ υἱοὺς αὐτοῦ, ᾠκτείρησε κύριος τοὺς φοβουμένους αὐτόν.’’
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.