αὐτὸς Ἰησοῦς, ὁ μονογενὴς τοῦ θεοῦ, τὸ παρὰ πάντων εὐῶδες θυμίαμα καὶ τὰς δι’ εὐχῶν ἀναίμους καὶ ἀύλους θυσίας φαιδρῷ τῷ βλέμματι καὶ ὑπτίαις ὑποδεχόμενος χερσὶ, τῷ κατ’ οὐρανὸν πατρὶ καὶ θεῷ τῶν ὅλων παραπέμπεται, πρῶτος αὐτὸς
προσκυνῶν, καὶ μόνος τῷ πατρὶ τὸ κατ’ ἀξίαν ἀπονέμων σέβας, εἶτα δὲ καὶ πᾶσιν ἡμῖν εὐμενῆ διαμένειν καὶ δεξιὸν εἰς ἀεὶ παραιτούμενος.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.