περίβολον, τὴν ἀπλανῆ πίστιν περιτειχίσας, πολὺς δὲ ὁ τοιοῦτος καὶ μέγας λεὼς, οὐδὲν κρεῖττον φέρειν οἰκοδόμημα διαρκῶν), οἷς δὲ τὰς ἐπὶ τὸν οἶκον ἐπιτρέπων εἰσόδους, θυραυλεῖν καὶ ποδηγεῖν τοὺς εἰσιόντας κατατάττων, οὐκ ἀπεικότως τοῦ νεὼ
1 πρόπυλα νενομισμένους, ἄλλους δὲ πρώτοις τοῖς ἔξωθεν ἀμφὶ τὴν αὐλὴν ἐκ τετραγώνου κίοσιν ὑπεστήριζε, ταῖς πρώταις τῶν τεττάρων εὐαγγελίων τοῦ γράμματος προβολαῖς ἐμβιβάζων, τοὺς δ’ ἤδη ἀμφὶ
τὸν βασίλειον οἶκον ἑκατέρωθεν παραζεύγνυσιν, ἔτι μὲν κατηχουμένους καὶ ἐν αὔξῃ καὶ προκοπῇ καθεστῶτας, οὐ μὴν πόρρω που καὶ μακρὰν τῆς τῶν ἐνδοτάτω θεοπτίας τῶν πιστῶν διεζευγμένους·
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.