μετὰ τὸ πάθος ὃ χάριν αὐτῆς ῥυποῦν ἐνεδύσατο σῶμα, ἐπὶ τὸ λαμπρὸν καὶ ἔνδοξον μεταβεβληκότος, αὐτήν τε σάρκα τὴν λυθεῖσαν ἐκ φθορᾶς εἰς ἀφθαρσίαν ἀγαγόντος, καὶ τήνδε ὁμοίως τῶν τοῦ σωτῆρος οἰκονομιῶν ἐπαύρασθαι· ὅτι δὴ καὶ τούτων πολὺ κρείττονα λαβοῦσα παρ’ αὐτοῦ τὴν ἐπαγγελίαν, τὴν πολὺ μείζονα δόξαν τῆς παλιγγενεσίας ἐν ἀφθάρτου σώματος ἀναστάσει μετὰ φωτὸς ἀγγέλων χορείας ἐν
τοῖς οὐρανῶν ἐπέκεινα τοῦ θεοῦ βασιλείοις σὺν αὐτῷ Χριστῷ Ἰησοῦ τῷ πανευεργέτῃ καὶ σωτῆρι διαρκῶς ἐπὶ τοὺς ἐξῆς αἰῶνας ἀπολαβεῖν ποθεῖ.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.