ὄψεως τὴν διὰ τῶν ὤτων ἁποκλείει μάθησιν ἡ μαρτυρία; ἀλλὰ γὰρ ὧδε καὶ τὸν νεὼν ἐπιτελέσας, θρόνοις τε τοῖς ἀνωτάτων εἰς τὴν τῶν προέδρων τιμὴν, καὶ προσέτι βάθροις ἐν τάθει τοῖς καθ᾿ ὅλου κατὰ τὸ πρέπον κοσμήσας, ἐφ’ἅπασί τε τὸ τῶν ἁγίων
ἅγιον θυσιαστήριον ἐν μέσῳ θεὶς, αὖθις καὶ τάδε, ὡς ἂν εἴη τοῖς πολλοῖς ἄβατα, τοῖς ἀπὸ ξύλου περιέφραττε δικτύοις, εἰς ἄκρον ἐντέχνου λεπτουργίας ἐξησκημένοις, ὡς θαυμάσιον τοῖς ὁρῶσι παρέχειν τὴν θέαν.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.