οἶ ὀλιγόψυχοι τῇ διανοίᾳ, ἰσχύσατε, μὴ φοβεῖσθε.” τούτων δεῖν ἀπολαῦσαι τὴν διὰ θεὸν γενομένην ἔρημον, τοῦ λόγου προαγορεύοντος ἐπακούσας ὀξείᾳ διανοίας ἀκοῇ οὗτος ὁ νέος ἡμῶν καὶ καλὸς Ζοροβάβελ, 5 μετὰ τὴν πικρὰν ἐκείνην αἰχμαλωσίαν
καὶ τὸ βδέλυγμα τῆς ἐρημώσεως οὐ παριδὼν τὸ πτῶμα νεκρὸν, πρώτιστα πάντων παρακλήσεσι καὶ λιταῖς ἵλεων τὸν πατέρα μετὰ τῆς κοινῆς ὑμῶν ἁπάντων ὁμοφροσύνης καταστησάμενος, καὶ τὸν μόνον νεκρῶν ζωοποιὸν σύμμαχον παραλαβὼν καὶ συνεργὸν,
1 τὴν πεσοῦσαν ἐξήγειρε, προαποκαθάρας καὶ προθεραπεύσας τῶν κακῶν· καὶ στολὴν οὐ τὴν ἐξ ἀρχαίου παλαιὰν αὐτῇ περιτέθεικεν, ἀλλ᾿ ὁποίαν αὖθις παρὰ τῶν θείων χρησμῶν ἐξεπαιδεύετο, σαφῶς ὧδε λεγόντων
“καὶ ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη, ὑπὲρ τὴν προτέραν.”
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.