εἰσέλθοι εἰς καρδίαν αὐτῶν, καὶ τὰ τόξα αὐτῶν συντριβείη.” καὶ πάλιν “ἀπώλετο τὸ μνημόσυνον αὐτῶν μετ’ ἤχου, καὶ τὸ ὄνομα αὐτῶν ἐξήλειψας εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ὅτι δὴ καὶ ἐν κακοῖς γενόμενοι ἐκέκραξαν, καἰ οὐκ ἦν ὁ
σώζων, πρὸς κύριον, καὶ οὐκ εἰσήκουσεν αὐτῶν. ἀλλ’ οἶ μὲν συνεποδίσθησαν καὶ ἔπεσον, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν.’’ καὶ τό γε ἐν τούτοις προαναφωνοῦν ‘κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα 1 αὐτῶν ἐξουδενώσεις’’ ἀληθὲς ὑπ’ ὀφθαλμοῖς πάντων ἀναπέφανται.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.